Excerpta ex Theodoto. Clement of Alexandria. ed. Otto Stählin. Leipzig. 1909.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
54
ἧς ἦν Κάιν, δευτέρα δὲ ἡ λογικὴ καὶ ἡ δικαία, ἧς ἦν Ἄβελ· τρίτη δὲ ἡ πνευματική.
2
ἧς ἦν Σήθ. καὶ ὁ μὲν χοϊκός ἐστι »κατ᾿ εἰκόνα«. ὁ δὲ ψυχικὸς »καθ᾿ ὁμοίωσιν« θεοῦ, ὁ δὲ πνευματικὸς κατ᾿ ἰδίαν, ἐφ᾿ οἷς τρισὶν ἄνευ τῶν ἄλλων παίδων τοῦ Ἀδὰμ εἴρηται· »αὕτη ἡ βίβλος γενέσεως ἀνθρώπων.«
3
ὅτι δὲ πνευματικὸς ὁ Σήθ, οὔτε ποιμαίνει οὔτε γεωργεῖ, ἀλλὰ παῖδα καρποφορεῖ, ὡς τὰ πνευματικά· καὶ τοῦτον, ὃς »ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα κυρίου«, ἄνω βλέποντα. οὗ »τὸ πολίτευμα ἐν οὐρανῷ«, τοῦτον ὁ κόσμος οὐ χωρεῖ.
Current edition First1KGreek
Excerpta ex Theodoto (Greek) (Clement of Alexandria. Clemens Alexandrinus, Volume 3: Stromata, Buch VII-VIII, Excerpta ex Theodoto, Eclogae prophetica. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1909.)