Excerpta ex Theodoto. Clement of Alexandria. ed. Otto Stählin. Leipzig. 1909.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
48
Διακρίνας δὲ ὁ Δημιουργὸς τὰ καθαρὰ ἀπὸ τοῦ ἐμβριθοῦς, ὡς ἂν ἐνιδὼν τὴν ἑκατέρου φύσιν, φῶς ἐποίησεν, τουτέστιν ἐφανέρωσεν καὶ εἰς φῶς καὶ ἰδέαν προσήγαγεν, ἐπεὶ τό γε ἡλιακὸν καὶ οὐράνιον φῶς πολλῷ ὕστερον ἐργάζεται·
2
καὶ ποιεῖ [ἐκ] τῶν ὑλικῶν τὸ μὲν ἐκ τῆς λύπης, οὐσιωδῶς κτίζων »πνευματικὰ τῆς πονηρίας, πρὸς ἃ ἡ πάλη ἡμῖν«· διὸ καὶ λέγει ὁ ἀπόστολος· »καὶ μὴ λυπεῖτε τὸ πνεῦμα τὸ ἅγιον τοῦ θεοῦ, ἐν ᾧ ἐσφραγίσθητε·«
3
τὸ δὲ ἐκ τοῦ φόβου τὰ θηρία, τὸ δὲ ἐκ τῆς
ἐκπλήξεως καὶ ἀπορίας τὰ στοιχεῖα τοῦ κόσμου.
4
ἐν δὲ τοῖς τρισὶ στοιχείοις τὸ πῦρ ἐναιωρεῖται καὶ ἐνέσπαρται καὶ ἐμφωλεύει καὶ ὑπὸ τούτων ἐξάπτεται καὶ τούτοις ἐπαποθνῄσκει, μὴ ἔχον τόπον ἀποτακτὸν ἑαυτοῦ ὡς καὶ τὰ ἄλλα στοιχεῖα. ἐξ ὧν τὰ συγκρίματα δημιουργεῖται.
Current edition First1KGreek
Excerpta ex Theodoto (Greek) (Clement of Alexandria. Clemens Alexandrinus, Volume 3: Stromata, Buch VII-VIII, Excerpta ex Theodoto, Eclogae prophetica. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1909.)