Excerpta ex Theodoto. Clement of Alexandria. ed. Otto Stählin. Leipzig. 1909.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
41
Τὰ διαφέροντα σπέρματά φησι μήτε ὡς πάθη, ὧν λυομένων συνελύθη ἂν καὶ τὰ σπέρματα, μήτε ὡς κτίσιν προεληλυθέναι, ἀλλ᾿ ὡς τέκνα.
2
ἀπαρτιζομένης γὰρ τῆς κτίσεως συναπηρτίσθη ἂν καὶ τὰ σπέρματα· διὸ καὶ τὴν οἰκειότητα ἔχει πρὸς τὸ φῶς, ὃ πρῶτον προήγαγεν, τουτέστι τὸν Ἰησοῦν, ὁ αἰτησάμενος τοὺς αἰῶνας Χριστός, ἐν ᾧ συνδιυλίσθη κατὰ δύναμιν καὶ τὰ σπέρματα
τὰ συνελθόντα αὐτῷ εἰς τὸ πλήρωμα· διὸ[τι] πρὸ καταβολῆς κόσμου εἰκότως λέγεται ἡ ἐκκλησία ἐκλελέχθαι. ἐν ἀρχῇ τοίνυν συνελογίσθημεν, φασί, καὶ ἐφανερώθημεν.
3
διὰ τοῦτο ὁ σωτὴρ λέγει »λαμψάτω τὸ φῶς ὑμῶν«, μηνύων περὶ τοῦ φωτὸς τοῦ φανέντος καὶ μορφώσαντος, περὶ οὗ ὁ ἀπόστολος λέγει· »ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον«, τὸν τοῦ διαφόρου σπέρματος.
4
ὅτε γὰρ ἐφωτίσθη ὁ ἄνθρωπος, τότε εἰς τὸν κόσμον ἦλθεν, τουτέστιν ἑαυτὸν ἐκόσμησεν, χωρίσας αὑτοῦ τὰ ἐπισκοτοῦντα καὶ συναναμεμιγμένα αὐτῷ πάθη. καὶ τὸν Ἀδὰμ ὁ Δημιουργὸς Ἐννοίᾳ προσχὼν ἐπὶ τέλει τῆς δημιουργίας αὐτὸν προήγαγεν.
Current edition First1KGreek
Excerpta ex Theodoto (Greek) (Clement of Alexandria. Clemens Alexandrinus, Volume 3: Stromata, Buch VII-VIII, Excerpta ex Theodoto, Eclogae prophetica. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1909.)