Excerpta ex Theodoto. Clement of Alexandria. ed. Otto Stählin. Leipzig. 1909.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
22
Καὶ ὅταν εἴπῃ ὁ ἀπόστολος »ἐπεὶ τί ποιήσουσιν οἱ βαπτιζόμενοι ὑπὲρ τῶν νεκρῶν;« ὑπὲρ ἡμῶν γάρ, φησίν, οἱ ἄγγελοι ἐβαπτίσαντο, ὧν ἐσμεν μέρη.
2
νεκροὶ δὲ ἡμεῖς οἱ νεκρωθέντες τῇ συστάσει ταύτῃ, ζῶντες δὲ οἱ ἄρρενες οἱ μὴ μεταλαβόντες τῆς συστάσεως ταύτης. »εἰ νεκροὶ οὐκ ἐγείρονται, τί καὶ βαπτιζόμεθα;«
3
ἐγειρόμεθα οὖν ἡμεῖς, ἰσάγγελοι τοῖς ἄρρεσιν ἀποκατασταθέντες, τοῖς μέλεσι τὰ μέλη, εἰς ἕνωσιν.
4
»οἱ βαπτιζόμενοι« δέ, φασίν, »ὑπὲρ [ἡμῶν] τῶν νεκρῶν« οἱ ἄγγελοί εἰσιν οἱ ὑπὲρ ἡμῶν βαπτιζόμενοι, ἵνα ἔχοντες καὶ ἡμεῖς τὸ ὄνομα μὴ ἐπισχεθῶμεν κωλυθέντες εἰς τὸ πλήρωμα παρελθεῖν τῷ Ὅρῳ καὶ τῷ Σταυρῷ.
5
διὸ καὶ ἐν τῇ χειροθεσίᾳ λέγουσιν ἐπὶ τέλους »εἰς λύτρωσιν ἀγγελικήν«, τουτέστιν ἣν καὶ ἄγγελοι ἔχουσιν. ἵν᾿ ᾖ ὁ βεβαπτισμένος ὁ τὴν λύτρωσιν κομισάμενος τῷ αὐτῷ ὀνόματι. ᾧ καὶ ὁ ἄγγελος αὐτοῦ προβεβάπτισται.
6
ἐβαπτίσαντο δὲ ἐν ἀρχῇ οἱ ἄγγελοι ἐν λυτρώσει τοῦ ὀνόματος τοῦ ἐπὶ τὸν Ἰησοῦν ἐν τῇ περιστερᾷ κατελθόντος καὶ λυτρωσαμένου αὐτόν.
7
ἐδέησεν δὲ λυτρώσεως καὶ τῷ Ἰησοῦ, ἵνα μὴ κατασχεθῇ τῇ Ἐννοίᾳ ᾗ ἐνετέθη τοῦ ὑστερήματος προ[σ]ερχόμενος διὰ τῆς Σοφίας, ὥς φησιν ὁ Θεόδοτος.
Current edition First1KGreek
Excerpta ex Theodoto (Greek) (Clement of Alexandria. Clemens Alexandrinus, Volume 3: Stromata, Buch VII-VIII, Excerpta ex Theodoto, Eclogae prophetica. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1909.)