Quis Dis Salvetur. Clement of Alexandria. ed. Otto Stählin. Leipzig. 1909.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
41
Διὸ δεῖ πάντως σε τὸν σοβαρὸν καὶ δυνατὸν καὶ πλούσιον ἐπιστήσασθαι ἑαυτῷ τινα ἄνθρωπον θεοῦ καθάπερ ἀλείπτην καὶ κυβερνήτην. αἰδοῦ κἂν ἕνα, φοβοῦ κἂν ἕνα, μελέτησον ἀκούειν κἂν ἑνὸς παρρησιαζομένου καὶ στύφοντος ἅμα καὶ θεραπεύοντος.
2
οὐδὲ γὰρ τοῖς ὀφθαλμοῖς συμφέρει τὸν ἀεὶ χρόνον ἀκολάστοις μένειν, ἀλλὰ καὶ δακρῦσαι καὶ δηχθῆναί ποτε ὑπὲρ τῆς ὑγείας τῆς πλείονος.
3
οὕτω καὶ ψυχῇ διηνεκοῦς ἡδονῆς οὐδὲν ὀλεθριώτερον· ἀποτυφλοῦται γὰρ ἀπὸ τῆς τήξεως, ἐὰν ἀκίνητος τῷ παρρησιαζομένῳ διαμείνῃ λόγῳ.
4
τοῦτον καὶ ὀργισθέντα φοβήθητι, καὶ στενάξαντα † λυπήθητι, καὶ ὀργὴν παύοντα αἰδέσθητι, καὶ κόλασιν παραιτούμενον φθάσον.
5
οὗτος ὑπὲρ σοῦ πολλὰς νύκτας ἀγρυπνησάτω, πρεσβεύων ὑπὲρ σοῦ πρὸς θεὸν καὶ λιτανείαις συνήθεσι μαγεύων τὸν πατέρα· οὐ γὰρ ἀντέχει τοῖς τέκνοις αὐτοῦ τὰ σπλάγχνα δεομένοις.
6
δεήσεται δὲ καθαρῶς ὑπὸ σοῦ προτιμώμενος ὡς ἄγγελος τοῦ θεοῦ καὶ μηδὲν ὑπὸ σοῦ λυπούμενος, ἀλλ᾿ ὑπὲρ σοῦ. τοῦτό ἐστι μετάνοια ἀνυπόκριτος. »θεὸς οὐ μυκτηρίζεται« οὐδὲ προσέχει κενοῖς ῥήμασι·
7
μόνος γὰρ ἀνακρίνει μυελοὺς καὶ νεφροὺς καρδίας καὶ τῶν ἐν πυρὶ κατακούει καὶ τῶν ἐν κοιλίᾳ κήτους ἱκετευόντων ἐξακούει καὶ πᾶσιν ἐγγύς ἐστι τοῖς πιστεύουσι καὶ πόρρω τοῖς ἀθέοις, ἂν μὴ μετανοήσωσιν.
Current edition First1KGreek
Quis dives salvetur (Greek) (Clement of Alexandria. Clemens Alexandrinus, Volume 3: Stromata, Buch VII-VIII, Excerpta ex Theodoto, Eclogae prophetica. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1909.)
Editions (1)
τίς ὁ σωζόμενος πλούσιος Perseus (Clement of Alexandria. Butterworth, G.W., editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann, 1919.) — 41 focus
Διὸ δεῖ πάντως σε τὸν σοβαρὸν καὶ δυνατὸν καὶ πλούσιον ἐπιστήσασθαι ἑαυτῷ τινὰ ἄνθρωπον θεοῦ καθάπερ ἀλείπτην καὶ κυβερνήτην. αἰδοῦ κἂν ἕνα, φοβοῦ κἂν ἕνα, μελέτησον ἀκούειν κἂν ἑνὸς παρρησιαζομένου καὶ στύφοντος ἅμα καὶ θεραπεύοντος. οὐδὲ γὰρ τοῖς ὀφθαλμοῖς συμφέρει τὸν ἀεὶ χρόνον ἀκολάστοις μένειν, ἀλλὰ καὶ δακρῦσαι καὶ δηχθῆναί ποτε ὑπὲρ τῆς ὑγείας τῆς πλείονος. οὕτω καὶ ψυχῇ διηνεκοῦς ἡδονῆς οὐδὲν ὀλεθριώτερον· ἀποτυφλοῦται γὰρ ἀπὸ τῆς τήξεως, ἐὰν ἀκίνητος τῷ παρρησιαζομένῳ διαμείνῃ λόγῳ. τοῦτον καὶ ὀργισθέντα φοβήθητι, καὶ στενάξαντα λυπήθητι,
1
καὶ ὀργὴν παύοντα αἰδέσθητι, καὶ κόλασιν παραιτούμενον
2
φθάσον. οὗτος ὑπὲρ σοῦ πολλὰς νύκτας ἀγρυπνησάτω, πρεσβεύων ὑπὲρ σοῦ πρὸς θεὸν καὶ λιτανείαις συνήθεσι μαγεύων τὸν πατέρα· οὐ γὰρ ἀντέχει τοῖς τέκνοις αὐτοῦ τὰ σπλάγχνα δεομένοις. δεήσεται δὲ καθαρῶς ὑπὸ σοῦ προτιμώμενος ὡς ἄγγελος τοῦ θεοῦ καὶ μηδὲν ὑπὸ σοῦ λυπούμενος, ἀλλ’ ὑπὲρ σοῦ· τοῦτό ἐστι μετάνοια ἀνυπόκριτος.
θεὸς οὐ μυκτηρίζεται οὐδὲ προσέχει κενοῖς ῥήμασι· μόνος γὰρ ἀνακρίνει μυελοὺς καὶ νεφροὺς καρδίας καὶ τῶν ἐν πυρὶ κατακούει καὶ τῶν ἐν κοιλίᾳ κήτους ἱκετευόντων ἐξακούει καὶ πᾶσιν ἐγγύς ἐστι τοῖς πιστεύουσι καὶ πόρρω τοῖς ἀθέοις, ἄν μὴ μετανοήσωσιν.