Quis Dis Salvetur. Clement of Alexandria. ed. Otto Stählin. Leipzig. 1909.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
19
Ὁ μὲν ἄρα ἀληθῶς καὶ καλῶς
πλούσιός ἐστιν ὁ τῶν ἀρετῶν πλούσιος καὶ πάσῃ τύχῃ χρῆσθαι ὁσίως καὶ πιστῶς δυνάμενος, ὁ δὲ νόθος πλούσιος ὁ κατὰ σάρκα πλουτῶν καὶ τὴν ζωὴν εἰς
τὴν ἔξω κτῆσιν μετενηνοχὼς τὴν παρερχομένην καὶ φθειρομένην καὶ ἄλλοτε ἄλλου γινομένην καὶ ἐν τῷ τέλει μηδενὸς μηδαμῇ.
2
πάλιν αὖ κατὰ τὸν αὐτὸν τρόπον καὶ γνήσιος πτωχὸς καὶ νόθος ἄλλος πτωχὸς καὶ ψευδώνυμος. ὃ μὲν κατὰ πνεῦμα πτωχός. τὸ ἴδιον, ὃ δὲ κατὰ κόσμον. τὸ ἀλλότριον.
3
τῷ δὴ κατὰ κόσμον οὐ πτωχῷ καὶ πλουσίῳ κατὰ τὰ πάθη ὁ κατὰ πνεῦμα οὐ πτωχὸς καὶ κατὰ θεὸν πλούσιος ›ἀπόστηθι‹
φησί ›τῶν ὑπαρχόντων ἐν τῇ ψυχῇ σου κτημάτων ἀλλοτρίων. ἵνα καθαρὸς τῇ καρδίᾳ γενόμενος ἴδῃς τὸν θεόν, ὅπερ καὶ δι᾿ ἑτέρας φωνῆς ἐστιν εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.
4
καὶ πῶς αὐτῶν ἀποστῇς; πωλήσας. τί οὖν; χρήματα ἀντὶ κτημάτων λάβῃς; ἀντίδοσιν πλούτου πρὸς πλοῦτον ποιησάμενος.
5
ἐξαργυρίσας τὴν φανερὰν οὐσίαν; οὐδαμῶς· ἀλλὰ ἀντὶ τῶν πρότερον ἐνυπαρχόντων τῇ ψυχῇ, ἣν σῶσαι ποθεῖς, ἀντεισαγόμενος ἕτερον πλοῦτον θεοποιὸν καὶ ζωῆς χορηγὸν αἰωνίου, τὰς κατὰ τὴν ἐντολὴν τοῦ θεοῦ διαθέσεις. ἀνθ᾿ ὧν σοι περιέσται μισθὸς καὶ τιμή.
6
διηνεκὴς σωτηρία καὶ αἰώνιος ἀφθαρσία. οὕτως καλῶς πωλεῖς τὰ ὑπάρχοντα, τὰ πολλὰ καὶ περισσὰ καὶ ἀποκλείοντά σοι τοὺς οὐρανούς. ἀντικαταλλασσόμενος αὐτῶν τὰ σῶσαι δυνάμενα. ἐκεῖνα ἐχέτωσαν οἱ σάρκινοι πτωχοὶ καὶ τούτων δεόμενοι, σὺ δὲ τὸν πνευματικὸν πλοῦτον ἀντιλαβὼν ἔχοις ἂν ἤδη θησαυρὸν ἐν οὐρανοῖς.‹
Current edition First1KGreek
Quis dives salvetur (Greek) (Clement of Alexandria. Clemens Alexandrinus, Volume 3: Stromata, Buch VII-VIII, Excerpta ex Theodoto, Eclogae prophetica. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1909.)
Editions (1)
τίς ὁ σωζόμενος πλούσιος Perseus (Clement of Alexandria. Butterworth, G.W., editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann, 1919.) — 19 focus
Ὁ μὲν ἄρα ἀληθῶς καὶ καλῶς
πλούσιός
1
ἐστιν ὁ τῶν ἀρετῶν πλούσιος καὶ πάσῃ τύχῃ χρῆσθαι ὁσίως καὶ πιστῶς δυνάμενος, ὁ δὲ νόθος πλούσιος ὁ κατὰ σάρκα πλουτῶν καὶ τὴν ζωὴν εἰς
τὴν
2
ἔξω κτῆσιν μετενηνοχὼς τὴν παρερχομένην καὶ φθειρομένην καὶ ἄλλοτε ἄλλου γινομένην καὶ ἐν τῷ τέλει μηδενὸς μηδαμῇ. πάλιν αὖ κατὰ τὸν αὐτὸν τρόπον καὶ γνήσιος πτωχὸς καὶ νόθος ἄλλος πτωχὸς καὶ ψευδώνυμος, ὁ μὲν κατὰ πνεῦμα πτωχός, τὸ ἴδιον, ὁ δὲ κατὰ κόσμον, τὸ ἀλλότριον. τῷ δὴ κατὰ κόσμον
οὐ
3
πτωχῷ καὶ πλουσίῳ κατὰ τὰ πάθη ὁ κατὰ πνεῦμα
οὐ
4
πτωχὸς καὶ κατὰ θεὸν πλούσιος
ἀπόστηθι,
φησί
5
,
τῶν ὑπαρχόντων ἐν τῇ ψυχῇ σου κτημάτων ἀλλοτρίων, ἵνα καθαρὸς τῇ καρδίᾳ γενόμενος ἴδῃς τὸν θεόν, ὅπερ καὶ δι’ ἑτέρας φωνῆς ἐστὶν εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. καὶ πῶς αὐτῶν ἀποστῇς; πωλήσας. τί οὖν; χρήματα ἀντὶ κτημάτων λάβῃς; ἀντίδοσιν πλούτου πρὸς πλοῦτον ποιησάμενος, ἐξαργυρίσας τὴν φανερὰν οὐσίαν; οὐδαμῶς· ἀλλὰ ἀντὶ τῶν πρότερον ἐνυπαρχόντων τῇ ψυχῇ, ἣν σῶσαι ποθεῖς, ἀντεισαγόμενος ἕτερον πλοῦτον θεοποιὸν καὶ ζωῆς χορηγὸν αἰωνίου, τὰς κατὰ τὴν ἐντολὴν τοῦ θεοῦ διαθέσεις, ἀνθ’ ὧν σοι περιέσται μισθὸς καὶ τιμή, διηνεκὴς σωτηρία καὶ αἰώνιος ἀφθαρσία. οὕτως καλῶς πωλεῖς τὰ ὑπάρχοντα, τὰ πολλὰ καὶ περισσὰ καὶ ἀποκλείοντά σοι τοὺς οὐρανούς, ἀντικαταλλασσόμενος αὐτῶν τὰ σῶσαι δυνάμενα. ἐκεῖνα ἐχέτωσαν οἱ σάρκινοι πτωχοὶ καὶ τούτων δεόμενοι, σὺ δὲ τὸν πνευματικὸν πλοῦτον ἀντιλαβὼν ἔχοις ἂν ἤδη θησαυρὸν ἐν οὐρανοῖς.