Eclogae propheticae. Clement of Alexandria. ed. Otto Stählin. Leipzig. 1909.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
56
»Καὶ ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ.« ἐνταῦθα ὑπερ
βατόν ἐστι· περὶ γὰρ τῆς παρουσίας τῆς δευτέρας
ὁ λόγος. οὕτως οὖν ἀναγνωστέον τὸ ὑπερβατὸν κατὰ ἀκολουθίαν. »καὶ αὐτὸς ὡς νυμφίος ἐκπορευό
με
νος ἐκ παστοῦ αὐτοῦ ἀγαλλιάσεται ὡς γίγας
δραμε ῖν ὁδὸν αὐτοῦ. ἀπ᾿ ἄκρου τοῦ οὐρανοῦ ἡ ἔξοδος
αὐτοῦ· οὐκ ἔστιν ὃς ἀποκρυβήσεται τὴν θέρμην αὐτοῦ.« καὶ τότε· »ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ.«
2
ἔνιοι μὲν οὖν φασι τὸ σῶμα τοῦ κυρίου ἐν τῷ ἡλίῳ αὐτὸν ἀποτίθεσθαι, ὡς Ἑρμογένης, σῶμα δὲ λέγουσιν οἳ μὲν τὸ σκῆνος αὐτοῦ, οἳ δὲ τὴν τῶν πιστῶν ἐκκλησίαν, ὁ Πάνταινος δὲ * ἡμῶν ἔλεγεν »ἀορίστως τὴν προφητείαν ἐκφέρειν τὰς λέξεις ὡς ἐπὶ τὸ πλεῖστον καὶ τῷ ἐνεστῶτι ἀντὶ τοῦ μέλλοντος χρῆσθαι χρόνῳ καὶ πάλιν τῷ ἐνεστῶτι ἀντὶ τοῦ παρῳχηκότος«, ὃ καὶ νῦν φαίνεται.
3
τὸ γὰρ »ἔθετο« καὶ ἐπὶ τοῦ παρῳχηκότος καὶ ἐπὶ τοῦ ἐσομένου τάσσεται· ἐπὶ μὲν τοῦ ἐσομένου, ὅτι πληρωθείσης ταύτης τῆς κατὰ τὴν παροῦσαν κατάστασιν περιόδου ὁ κύριος ἐλεύσεται πρὸς τοὺς δικαίους τοὺς πιστούς, οἷς ἐπαναπαύεται καθάπερ σκηνῇ· ἓν γὰρ σῶμα οἱ πάντες ἐκ τοῦ αὐτοῦ γένους τὴν αὐτὴν πίστιν καὶ δικαιοσύνην ἑλόμενοι, εἰς τὴν αὐτὴν ἑνότητα ἀποκαταστησόμενοι· ἀλλ᾿ οἳ μὲν ὡς κεφαλή, οἳ δὲ ὡς ὀφθαλμοί, οἳ δὲ ὡς ὦτα.
4
οἳ δὲ ὡς χεῖρες, οἳ δὲ ὡς στήθη, οἳ δὲ ὡς πόδες ἐν ἡλίῳ τεθήσονται φωτεινοί, »λάμψαντες ὡς ὁ ἥλιος« ἢ ἐν ἡλίῳ, ἐπεὶ ἀρχοντικὸς ἄγγελος ἐν ἡλίῳ·
5
εἰς ἀρχὴν γὰρ ἡμερῶν τέτακται, καθάπερ ἡ σελήνη εἰς τὸ ἄρχειν νυκτός·
6
ἡμέραι δὲ ἄγγελοι ἐκλήθησαν. μετὰ τῶν μεθ᾿ ἡλίου ἀγγέλων, φησί, ταγήσονται (ἓν ὥσπερ κεφαλὴ σώματος, ὄντος ἑνός, ὁ ἥλιος), ἐσόμενοί ποτε κατά τινα περίοδ
ον καὶ αὐτοὶ ἄρχοντες ἡμερῶν, ὡς ἐκεῖνος ὁ ἐπὶ τοῦ ἡλίου ἐπὶ τὸ μεῖζον
ἐλεύσεται. ἐφ᾿ ὃ μετῆλθεν
ὁ πρὸ α
ὐτο
ῦ ἐν τῷ αὐτῷ. καὶ πάλιν ἐπαναβησόμενοι κ
ατὰ προκοπὴν ἀφίξονται ἐπὶ τὴν πρώτην μονήν.
7
ἀλλὰ κατὰ τὸν παρῳχηκότα »ἔθετο« τοὺς [τε] πρωτοκτίστους ἀγγέλους εἰς τὸ μηκέτι κατὰ τὴν πρόνοιαν τῷ ὡρισμένῳ λειτουργεῖν, ἀλλ᾿ εἶναι ἐν ἀναπαύσει καὶ πρὸς μόνῃ τῆ θεωρίᾳ τοῦ θεοῦ· οἱ δὲ προσεχέστεροι τούτοις προκόψουσιν εἰς ἣν ἐκεῖνοι ἀπολελοίπασι τάξιν, καὶ οὕτως οἱ ὑποβεβηκότες ἀναλόγως.
Current edition First1KGreek
Eclogae propheticae (Greek) (Clement of Alexandria. Clemens Alexandrinus, Volume 3: Stromata, Buch VII-VIII, Excerpta ex Theodoto, Eclogae prophetica. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1909.)