Eclogae propheticae. Clement of Alexandria. ed. Otto Stählin. Leipzig. 1909.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
53
οὕτως καὶ ἡ ἡμέρα. ῥῆμα δὲ ὁ κύριος, καὶ ὁ αὐτὸς δὲ ἡμέρα πολλαχῇ εἴρηται.
2
»καὶ νὺξ νυκτὶ ἀναγγέλλει γ
νῶσιν.« ὁ διάβολος ᾔδει ἐλευσόμενον τὸν κύριον, εἰ δὲ
ὁ Ἰησοῦς αὐτὸς εἴη, οὐκ ἠπίστατο· διὸ καὶ ἐπείραζεν α
ὐτόν ἵνα γνῷ· † εἰ δυνατός ἐστιν. ἐᾶν φησι· »καὶ ἀπέστη ἀπ᾿ αὐτοῦ εἰς καιρόν«, τουτέστιν ἀνεβάλλετο τὴν εὕρεσιν εἰς τὴν ἀνάστασιν. ᾔδει γὰρ τοῦτον εἶναι τὸν κύριον τὸν ἀναστησόμενον.
3
ὁμοίως καὶ οἱ δαίμονες, ἐπεὶ καὶ Σολομῶνα ὑπώπτευσαν εἶναι τὸν κύριον, ἔγνωσαν δὲ μὴ εἶναι, ἁμαρτόντος αὐτοῦ.
4
»νὺξ νυκτί·« πάντες οἱ δαίμονες ἔγνωσαν ὅτι κύριος ἦν ὁ ἀναστὰς μετὰ τὸ πάθος. ἤδη δὲ καὶ Ἐνώχ φησιν τοὺς παραβάντας ἀγγέλους διδάξαι τοὺς ἀνθρώπους ἀστρονομίαν καὶ μαντικὴν καὶ τὰς ἄλλας τέχνας.
Current edition First1KGreek
Eclogae propheticae (Greek) (Clement of Alexandria. Clemens Alexandrinus, Volume 3: Stromata, Buch VII-VIII, Excerpta ex Theodoto, Eclogae prophetica. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1909.)