Eclogae propheticae. Clement of Alexandria. ed. Otto Stählin. Leipzig. 1909.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
20
Ἀγοράζει δὲ ἡμᾶς κύριος »τιμίῳ αἵματι«, δεσποτῶν
τῶν πάλαι τῶν πικρῶν ἀπαλλάσσων,
τῶν ἁμαρτιῶν, δι᾿ ἃς »τὰ πνευματικὰ τῆς πονηρίας« ἐκυρίευσεν ἡμῶν.
2
ἄγει οὖν εἰς ἐλευθερίαν τὴν τοῦ πατρός, συγκληρονόμους υἱοὺς καὶ φίλους.
3
»ἀδελφοί μου γάρ«, φησὶν ὁ κύριος, »καὶ συγκληρονόμοι οἱ ποιοῦντες τὸ θέλημα τοῦ πατρός μου.« »μὴ καλέσητε οὖν ἑαυτοῖς πατέρα ἐπὶ τῆς γῆς·« δεσπόται γὰρ ἐπὶ τῆς γῆς, ἐν δὲ οὐρανοῖς ὁ πατήρ, »ἐξ οὗ πᾶσα πατριὰ ἔν τε οὐρανοῖς καὶ ἐπὶ τῆς γῆς.«
4
ἀγάπη γὰρ ἑκουσίων ἄρχει, ἀκόντων δὲ ὁ φόβος, οὗτος ὁ
φαῦλος· ὃ δὲ εἰς ἀγαθὸν παιδαγωγῶν εἰς Χριστὸν ἄγει καὶ ἔστι σωτήριος.
Current edition First1KGreek
Eclogae propheticae (Greek) (Clement of Alexandria. Clemens Alexandrinus, Volume 3: Stromata, Buch VII-VIII, Excerpta ex Theodoto, Eclogae prophetica. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1909.)