Eclogae propheticae. Clement of Alexandria. ed. Otto Stählin. Leipzig. 1909.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
2
»Εὐλογημένος εἶ ὁ βλέπων ἀβύσσους, καθήμενος ἐπὶ Χερουβίμ«, ὁ Δανιὴλ λέγει, ὁμοδοξῶν τῷ Ἐνὼχ τῷ εἰρηκότι· »καὶ εἶδον τὰς ὕλας πάσας.«
2
ἄβυσσος γὰρ τὸ ἀπεράτωτον κατὰ τὴν ἰδίαν ὑπόστασιν, περαιούμενον δὲ τῇ
3
δυνάμει τοῦ θεοῦ. αἱ τοίνυν οὐσίαι ὑλικαί. ἀφ᾿ ὧν τὰ ἐπὶ μέρους γένη καὶ τὰ τούτων εἴδη γίνεται. ἄβυσσοι εἴρηνται· ἐπεὶ μόνον τὸ ὕδωρ οὐκ ἂν εἶπεν ἄβυσσον. καίτοι καὶ ὕδωρ ἄβυσσος ἢ ὕλη ἀλληγορεῖται.
Current edition First1KGreek
Eclogae propheticae (Greek) (Clement of Alexandria. Clemens Alexandrinus, Volume 3: Stromata, Buch VII-VIII, Excerpta ex Theodoto, Eclogae prophetica. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1909.)