Eclogae propheticae. Clement of Alexandria. ed. Otto Stählin. Leipzig. 1909.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
16
Ὥσπερ αἱ θεραπεῖαι καὶ αἱ προφητεῖαι καὶ τὰ σημεῖα, οὕτως καὶ ἡ γνωστικὴ διδασκαλία δι᾿ ἀνθρώπων ἐνεργοῦντος τοῦ θεοῦ ἐπιτελεῖται· ὁ γὰρ θεὸς δι᾿ ἀνθρώπων τὴν δύναμιν ἐπιδείκνυται.
2
καὶ ὀρθῶς ἡ προφητεία φησίν· »καὶ ἀποστελῶ ἐπ᾿ αὐτοὺς ἄνθρωπον ὃς σώσει αὐτούς.« αὐτὸς οὖν ἐκπέμπει ποτὲ μὲν προφήτας. ποτὲ δὲ ἀποστόλους, σωτῆρας τῶν ἀνθρώπων. οὕτως θεὸς δι᾿ ἀνθρώπων εὐεργετεῖ·
3
οὐχὶ γὰρ τὰ μὲν δύναται, τὰ δὲ οὐ δύναται ὁ θεός, οὐδὲ ἀσθενεῖ ποτε ἐν οὐδενί, ἀλλ᾿ οὐδὲ τὰ μὲν ἑκόντος, τὰ δὲ ἄκοντος αὐτοῦ γίνεται, καὶ τὰ μὲν ὑπ᾿ αὐτοῦ, τὰ δὲ ὑφ᾿ ἑτέρου, ἀλλὰ καὶ ἡμᾶς ἐγέννησεν δι᾿ ἀνθρώπων καὶ ἐπαίδευσεν δι᾿ ἀνθρώπων.
Current edition First1KGreek
Eclogae propheticae (Greek) (Clement of Alexandria. Clemens Alexandrinus, Volume 3: Stromata, Buch VII-VIII, Excerpta ex Theodoto, Eclogae prophetica. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1909.)