Eclogae propheticae. Clement of Alexandria. ed. Otto Stählin. Leipzig. 1909.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
12
Τὰ τῆς γνώσεως τὰ μὲν ἤδη μετέχομεν, τὰ δὲ δι᾿ ὧν ἔχομεν βεβαίως ἐλπίζομεν· οὔτε γὰρ πᾶν κεκομίσμεθα οὔτε παντὸς ὑστεροῦμεν, ἀλλ᾿ οἷον »ἀρραβῶνα« τῶν αἰωνίων ἀγαθῶν καὶ τοῦ πατρῴου πλούτου προσειλήφαμεν· τὰ δὲ ἐφόδια τῆς κυριακῆς ὁδοῦ οἱ μακαρισμοὶ τοῦ κυρίου.
2
»ζητεῖτε«. γὰρ εἶπεν, »καὶ μεριμνᾶτε τὴν βασιλείαν τοῦ θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν· οἶδεν γὰρ ὁ πατὴρ ὧν χρείαν ἔχετε.«
3
οὕτως οὐ μόνον τὰς ἀσχολίας, ἀλλὰ καὶ τὰς φροντίδας περιγράφει. »οὐ γὰρ τῇ ἡλικίᾳ«, φησίν, »ἐκ τοῦ φροντίζειν προσθεῖναί τι δύνασθε.«
4
ὁ γὰρ θεὸς οἶδεν σαφῶς τίνα μὲν ἡμῖν ἔχειν, τίνων δὲ ἀπορεῖν συμφέρει. κενώσαντας οὖν σφᾶς αὐτοὺς τῶν κοσμικῶν φροντίδων ἀξιοῖ πληροῦσθαι τῆς εἰς θεόν.
5
»ἡμεῖς γὰρ στενάζομεν ἐπενδύσασθαι ποθοῦντες« τὰ ἄφθαρτα, πρὶν ἐκδύσασθαι τὴν φθοράν.
6
ἐπιχεομένης γὰρ τῆς πίστεως ἀπορρεῖ ἡ ἀπιστία. ὁμοίως καὶ ἐπὶ γνώσεως καὶ δικαιοσύνης. οὐ χρὴ οὖν μόνον κενῶσαι τὴν ψυχήν.
7
ἀλλὰ καὶ πληρῶσαι θεοῦ. οὔτε γὰρ ἔτι κακόν, ἐπεὶ πέπαυται, οὔτε ἤδη ἀγαθόν. ἐπεὶ μηδέπω εἴληφεν· τὸ δὲ μήτε ἀγαθὸν μήτε κακὸν οὐδέν ἐστιν.
8
»ἐπάνεισι γὰρ εἰς τὸν κεκαθαρμένον οἶκον καὶ κενόν«, ἐὰν μηδὲν τῶν σωτηρίων ἐμβληθῇ, τὸ προενοικῆσαν ἀκάθαρτον πνεῦμα.
9
συμπαραλαμβάνον ἄλλα ἑπτὰ ἀκάθαρτα πνεύματα. διὸ κενώσαντας τῶν κακῶν δεῖ πληρῶσαι τὴν ψυχὴν τοῦ ἀγαθοῦ θεοῦ, ὅπερ ἐστὶν οἰκητήριον ἐπιλελεγμένον. πληρωθέντων γὰρ τῶν κενῶν, τότε ἡ σφραγὶς ἐπακολουθεῖ. ἵνα φυλάσσηται τῷ θεῷ τὸ ἅγιον.
Current edition First1KGreek
Eclogae propheticae (Greek) (Clement of Alexandria. Clemens Alexandrinus, Volume 3: Stromata, Buch VII-VIII, Excerpta ex Theodoto, Eclogae prophetica. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1909.)