σκῦλα μὲν βροτοφθόρα
χαίρεις ὁρῶσα καὶ νεκρῶν ἐρείπια,
καὶ οὐ μιαρά σοι ταῦτ᾿ ἔστιν· εἰ δ᾿ ἐγὼ τεκον,
δεινὸν τόδ᾿ ἡγῇ·
ἐὰν μῦς διορύξῃ βωμὸν ὄντα πήλινον
κἂν μηδὲν ἄλλο ἔχων διατράγῃ θύλακον,
ἀλεκτρυὼν τρεφόμενος ἐὰν ἀπὸ ἑσπέρας
ᾄσῃ, τιθέμενοι τοῦτο σημεῖόν τινος.
ἀγαθόν τι γένοιτό μοι, ὦ πολυτίμητοι θεοί,
ὑποδούμενος τὸν ἱμάντα γὰρ τῆς δεξιᾶς
ἐμβάδος διέρρηξα. Εἰκότως, ὦ φλήναφε·
σαπρὸς γὰρ ἦν, σὺ δὲ σμικρολόγος οὐ θέλων
καινὰς πρίασθαι.
ὄρνιθες δέ τε πολλοὶ ὑπ᾿ αὐγὰς ἠελίοιο
φοιτῶσιν.
ὅταν ἴδω (φησί) παρατηροῦντα, τίς ἔπταρεν
ἢ τίς ἐλάλησεν. ἤ, τίς ἐστιν ὁ προϊών.
σκοποῦντα, πωλῶ τοῦτον εὐθὺς ἐν ἀγορᾷ.
αὑτῷ βαδίζει καὶ λαλεῖ καὶ πτάρνυται
ἕκαστος ἡμῶν. οὐχὶ τοῖς ἐν τῇ πόλει.
τὰ πράγματα ὡς πέφυκεν, οὕτως γίγνεται.
καὶ τὰς γραφὰς δεδίασι τὰς ἀνακειμένας. ἀστείως πάνυ ὁ Διογένης, ἐπὶ οἰκίᾳ μοχθηροῦ τινος εὑρὼν ἐπιγεγραμμένον·
ὁ καλλίνικος Ἡρακλῆς
ἐνθάδε κατοικεῖ· μηδὲν εἰσίτω κακόν,
Προιτίδας ἁγνίζων κούρας καὶ τὸν πατέρα αὐτῶν
Προῖτον Ἀβαντιάδην καὶ γραῦν πέμπτην ἐπὶ τοῖσδε
δᾳδὶ μιᾷ σκίλλῃ τε μιᾷ, τόσα σώματα φωτῶν,
θείῳ τε ἀσφάλτῳ τε πολυφλοίσβῳ τε θαλάσσῃ
ἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῖο.
ἀλλὰ μάκαρ Ἀὴρ διὰ τῶν νεφέων διάπεμψον
Ἀντικύραν, ἵνα τόνδε κόριν κηφῆνα ποιήσω.
εἰ μέν τι κακὸν ἀληθὲς εἶχες. Φειδία.
ζητεῖν ἀληθὲς φάρμακον τούτου σ᾿ ἔδει.
νῦν δ᾿ οὐκ ἔχεις· κενὸν εὑρὲ καὶ τὸ φάρμακον
πρὸς τὸ κενόν· οἰήθητι δὲ ὠφελεῖν τί σε.
περιμαξάτωσάν σε αἱ γυναῖκες ἐν κύκλῳ
καὶ περιθεωσάτωσαν· ἀπὸ κρουνῶν τριῶν
ὕδατι περίρραναι ἐμβαλὼν ἅλας, φακούς.
Ὀρέστα. τίς σε ἀπόλλυσι ν νόσος;
Ἡ σύνεσις. ὅτι σύνοιδα δεινὰ εἰργασμένος.
καθαρὸν ἂν τὸν νοῦν ἔχῃς, ἅπαν τὸ σῶμα καθαρὸς εἶ.
Stromata. Clement of Alexandria. ed. Otto Stählin. Leipzig. 1906-1909.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Google Digital Humanities Awards Program.