ἑπτατόνῳ φόρμιγγι νέους κελαδήσομεν ὕμνους,
παῖς μὲν ἄνηβος ἐὼν ἔτι νήπιος ἕρκος ὀδόντων
φύσας ἐκβάλλει πρῶτον ἐν ἕπτ’ ἔτεσιν·
τοὺς δ’ ἑτέρους ὅτε δὴ τελέσῃ θεὸς ἕπτ’ ἐνιαυτούς,
ἥβης ἐκφαίνει σήματα γεινομένης·
τῇ τριτάτῃ δὲ γένειον ἀεξομένων ἐπὶ γυίων
λαχνοῦται, χροιῆς ἄνθος ἀμειβομένης· 5
τῇ δὲ τετάρτῃ πᾶς τις ἐν ἑβδομάδι μέγ’ ἄριστος
ἰσχύν, ἥν τ’ ἄνδρες σήματ’ ἔχους̓ ἀρετῆς·
πέμπτῃ δ’ ὥριον ἄνδρα γάμου μεμνημένον εἶναι
καὶ παίδων ζητεῖν εἰσοπίσω γενεήν·
τῇ δ’ ἕκτῃ περὶ πάντα καταρτύεται νόος ἀνδρός,
οὐδ’ ἕρδειν ἔθ’ ὁμῶς ἔργα μάταια θέλει·
6
ἑπτὰ δὲ νοῦν καὶ γλῶσσαν ἐν ἑβδομάσι ν μέγ’ ἄριστος
ὀκτώ τ’ ἀμφοτέρων τέσσαρα καὶ δέκ’ ἔτη·
τῇ δ’ ἐνάτῃ ἔτι μὲν δύναται, μετριώτερα δ’ αὐτοῦ
πρὸς μεγάλην ἀρετὴν σῶμά τε καὶ δύναμις·
τῇ δεκάτῃ δ’ ὅτε δὴ τελέσῃ θεὸς ἕπτ’ ἐνιαυτούς,
οὐκ ἂν ἄωρος ἐὼν μοῖραν ἔχοι θανάτου.
Stromata. Clement of Alexandria. ed. Otto Stählin. Leipzig. 1906-1909.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Google Digital Humanities Awards Program.