† θαλλῶν δ’ ὅσσα βροτοῖσιν ἐπὶ χθονὸς ἔργα μέμηλεν,
οὐδὲν ἔχει μίαν αἶσαν ἐπὶ φρεσίν, ἀλλὰ κυκλεῖται
πάντα πέριξ, στῆναι δὲ καθ’ ἓν μέρος οὐ θέμις ἐστίν,
ἀλλ’ ἔχει, ὡς ἤρξαντο, δρόμου μέρος ἶσον ἕκαστος.
καὶ βέδυ νυμφάων καταλείβεται ἀγλαὸν ὕδωρ.
ἕλκειν τὸ βέδυ σωτήριον προσεύχομαι,
ὅπερ μέγιστόν ἐστιν ὑγιείας μέρος,
τὸ τὸν ἀέρα ἕλκειν καθαρόν, οὐ τεθολωμένον.
ζὰψ δὲ ποτὶ σπιλάδεσσι νεῶν ὀλέτειρα κακύνει.
πόντου μαινομένοιο περιστείνει ἁλυκὴ ζάψ.
καρῖδας ἡ ζὰψ ἐκφέρει κἰχθύδια.
ἀμμὰς
Ἰγνήτων καὶ Τελχίνων ἔφυ ἡ ἁλυκὴ ζάψ.
εἰ δ’ ἄγε τοι λέξω πρῶθ’ † ἥλιον ἀρχήν,
ἐξ ὧν δῆλ’ ἐγένοντο τὰ νῦν ἐσορώμενα πάντα,
γαῖά τε καὶ πόντος πολυκύμων ἠδ’ ὑγρὸς ἀὴρ
Τιτὰν ἠδ’ αἰθὴρ σφίγγων περὶ κύκλον ἅπαντα.
μέλπετε, ὦ παῖδες, ἑκάεργον καὶ ἑκαέργαν·
ἴδε σοι σπένδω κναξζβὶχ τὸ λευκὸν
ἀπὸ θηλαμόνων θλίψας κνακῶν·
ἴδε σοι θύπτην τυρὸν μίξας
ἐρυθρῷ μελιτῷ, κατὰ τῶν σῶν, Πὰν
δίκερως, τίθεμαι βωμῶν ἁγίων.
ἴδε σοι Βρομίου αἴθοπα φλεγμὸν λείβω.
ἐσθλῶν μὲν γὰρ ἄπ’ ἐσθλὰ μαθήσεαι· ἢν δὲ κακοῖσι
συμμί ςγῃς, ἀπολεῖς καὶ τὸν ἐόντα νόον.
Stromata. Clement of Alexandria. ed. Otto Stählin. Leipzig. 1906-1909.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Google Digital Humanities Awards Program.