ἄγετε (φησίν), ἄνδρες ἀμαυρόβιοι, φύλλων γενεᾷ προσόμοιοι,
ὀλιγοδρανέες, πλάσματα κηροῦ, σκιοειδέα φῦλα, ἀμενηνοί,
ἀπτῆνες, ἐφημέριοι.
ἃ δ’ ἐκπυθέσθαι τῆς ἐμῆς χρῄζεις φρενός,
οὔτ’ ἂν καταίθων οὔτε κρατὸς ἐξ ἄκρου
δεινοὺς καθιεὶς πρίονας εἰς ἄκρους πόδας
πύθοἰ ἂν, οὐδ’ εἰ δεσμὰ πάντα προσβάλοις,
οὐ γάρ τί μοι Ζεὺς ἦν ὁ κηρύσσων τάδε·
ἔστι τις λόγος
τὰν Ἀρετὰν ναίειν δυσαμβάτοις ἐπὶ πέτραις,
νυμφᾶν δέ μιν θοᾶν χορὸν ἁγνὸν ἀμφέπειν·
οὐδὲ πάντων βλεφάροις θνατῶν ἔσοπτος,
ᾧ μὴ δακέθυμος ἱδρὼς ἔνδοθεν μόλῃ
ἵκῃ τ’ ἐς ἄκρον ἀνδρείᾳ.
νέων δὲ μέριμναι σὺν πόνοις εἱλισσόμεναι
δόξαν εὑρίσκουσι, λάμπει δὲ χρόνῳ
ἔργα μετ’ αἰθέρα λαμπευθέντα.
τῷ πονοῦντι δ’ ἐκ θεῶν
ὀφείλεται τέκνωμα τοῦ πόνου κλέος.
τίς δ’ ἔστι δοῦλος τοῦ θανεῖν ἄφροντις ὤν;
τοῦδ’ οὕνεκα οἶκον στεγανὸν ἐξευρήκαμεν
λευκόν τε ὀρύττειν ἄργυρον σπείρειν τε γῆν,
τά τε ἄλλα ὅσα ἡμεῖς ὀνόμασι ν γινώσκομεν.
ἅ γ’ οὖν παραινῶ, ταῦτά μου δέξαι, γύναι.
ἔφυ μὲν οὐδεὶς ὅστις οὐ πονεῖ βροτῶν,
θάπτει τε τέκνα καὶ ἕτερα σπείρει νέα,
αὐτός τε θνῄσκει. καὶ τάδ’ ἄχθονται βροτοί.
ταῦτα δεῖ
στέγειν ἅπερ δεῖ κατὰ φύσιν διεκπερᾶν·
οὐ δεινὸν οὐδὲν τῶν ἀναγκαίων βροτοῖς.
ὁθούνεκ’ ἀρετὴ τῶν ἐν ἀνθρώποις μόνη
οὐκ ἐκ θυραίων τἀπίχειρα λαμβάνει,
αὐτὴ δ’ ἑαυτὴν ἆθλα τῶν πόνων ἔχει.
Stromata. Clement of Alexandria. ed. Otto Stählin. Leipzig. 1906-1909.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Google Digital Humanities Awards Program.