εὖ λέγειν δ’ , ὅταν τι λέξῃ, χρὴ δοκεῖν, κἂν μὴ λέγῃ,
κἀκπονεῖν ἅν τῷ ξυνόντι πρὸς χάριν μέλλῃ λέγειν.
ἡδὺ δέ, ἢν κακόν πράξῃ τι, συσκυθρωπάζειν πόσει
ἄλοχον ἐν κοινῷ τε λύπης ἡδονῆς τ’ ἔχειν μέρος.
σοὶ δ’ ἔγωγε καὶ νοσοῦντι συννοσοῦς̓ ἀνέξομαι
καὶ κακῶν τῶν σῶν συνοίσω, καὶ οὐδέν ἐστί μοι πικρόν·
εὐτυχεῖν
δυστυχεῖν τε χρή· τί γὰρ δὴ τὸ φίλον ἄλλο πλὴν τόδε;
οὐδεμίαν,
ὤνησε κάλλος εἰς πόσιν ξυνάορον,
ἁρετὴ δὲ ὤνησε πολλάς· πᾶσα γὰρ ἀγαθὴ γυνή,
ἥτις ἀνδρὶ συντέτηκε, σωφρονεῖν ἐπίσταται.
πρῶτα μέν γε τοῦθ’ ὑπάρχει, κἂν ἄμορφος ᾖ πόσις,
χρὴ δοκεῖν εὔμορφον εἶναι τῇ γε νοῦν κεκτημένῃ.
οὐ γὰρ ὀφθαλμὸς τὸ κρῖνόν ἐστιν, ἀλλὰ νοῦς ὁρᾷ,
Stromata. Clement of Alexandria. ed. Otto Stählin. Leipzig. 1906-1909.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Google Digital Humanities Awards Program.