φίλημ’ ἐδέξω, προδότιν αἰκάλλων κύνα.
οὗτοι γάρ, οὗτοι καὶ σπλάγχνων ἔσω
χωροῦσι καὶ κυκῶσιν ἀνθρώπων κέαρ.
ταῦτ’ ἔχω ὅσς̓ ἔφαγον καὶ ἐφύβρισα καὶ μετ’ ἔρωτος
τέρπν’ ἔπαθον, τὰ δὲ πολλὰ καὶ ὄλβια κεῖνα λέλειπται.
καὶ γὰρ ἐγὼ σποδός εἰμι, Νίνου μεγάλης βασιλεύσας.
οἱ τῆς ἀνάνδρου καὶ διεσκατωμένης
τρυφῆς ὑφ’ ἡδοναῖσι σαχθέντες κέαρ
πονεῖν θέλοντες οὐδὲ βαιά.
τῶν δὲ (φησὶ) κράτει ψυχῆς ἤθει ἀγαλλομένη·
οὔθ’ ὑπὸ χρυσείων δουλουμένη οὔθ’ ὑπ’ ἐρώτων
τηξιπόθων, ούδ’ εἴ τι συνέμπορόν ἐστι φίλυβρι.
ἡδονῇ ἀνδραποδώδει ἀδούλωτοι καὶ ἄκναπτοι
ἀθάνατον βασιλείαν ἐλευθερίαν τ’ ἀγαπῶσιν.
φιλοσοφίαν καινὴν γὰρ οὗτος φιλοσοφεῖ·
πεινῆν διδάσκει καὶ μαθητὰς λαμβάνει·
εἷς ἄρτος, ὄψον ἰσχάς, ἐπιπιεῖν ὕδωρ.
δεινήν, ἣν πέρι μὲν πάντῃ φόβος ἐστεφάνωται,
ἐν δ’ Ἔρις, ἐν δ’ Ἀλκή, ἐν δὲ κρυόεσσα Ἰωκή·
ἐν δέ τε Γοργείη κεφαλὴ δεινοῖο πελώρου,
δεινή τε σμερδνή τε, Διὸς τέρας αἰγιόχοιο.
πρὸς δ’ οἷον ἥξεις δαίμονα ὡς ἔρωτα, †
ὃς οὔτε τοὐπιεικὲς οὔτε τὴν χάριν
ᾔδει, μόνον δ’ ἔστεργε τὴν ἁπλῶς δίκην.
Stromata. Clement of Alexandria. ed. Otto Stählin. Leipzig. 1906-1909.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Google Digital Humanities Awards Program.