[55] πᾶσα οὖν δόξα καὶ κρίσις καὶ ὑπόληψις καὶ μάθησις, οἷς ζῶμεν καὶ σύνεσμεν αἰεὶ τῷ γένει τῶν ἀνθρώπων, συγκατάθεσίς ἐστιν· ἥ δ’ οὐδὲν ἄλλο ἢ πίστις εἴη ἄν, ἥ τε ἀπιστία, ἀπόστασις οὖσα τῆς πίστεως, δυνατὴν δείκνυσι τὴν συγκατάθεσίν τε καὶ πίστιν· ἀνυπαρξίας γὰρ στέρησις οὐκ ἂν
2
λεχθείη. κἄν τις τἀληθὲς σκοπῇ, εὑρήσει τὸν ἄνθρωπον φύσει διαβεβλημένον μὲν πρὸς τὴν τοῦ ψεύδους συγκατάθεσιν, ἔχοντα δὲ
3
ἀφορμὰς πρὸς πίστιν τἀληθοῦς.
ἡ τοίνυν συνέχουσα τὴν ἐκκλησίαν, ὥς φησιν ὁ Ποιμήν,
ἀρετὴ ἡ πίστις ἐστί, δἰ ἧς σῴζονται οἱ ἐκλεκτοὶ τοῦ θεοῦ· ἡ δὲ ἀνδριζομένη ἐγκράτεια. ἕπεται δ’ αὐταῖς ἁπλότης, ἐπιστήμη, ἀκακία, σεμνότης, ἀγάπη. πᾶσαι δὲ αὗται πίστεώς
4
εἰσι θυγατέρες. καὶ πάλιν·
προηγεῖται μὲν πίστις, φόβος δὲ οἰκοδομεῖ, τελειοῖ δὲ ἡ ἀγάπη.
φοβητέον οὖν τὸν κύριον, λέγει,
5
εἰς οἰκοδομήν, ἀλλ’ οὐ τὸν διάβολον εἰς καταστροφήν. ἔμπαλιν δέ·
τὰ μὲν ἔργα τοῦ κυρίου, τουτέστι τὰς ἐντολάς, ἀγαπητέον παὶ ποιητέον, τὰ δὲ ἔργα τοῦ διαβόλου φοβητέον καὶ οὐ ποιητέον· ὁ μὲν γὰρ τοῦ θεοῦ φόβος παιδεύει καὶ εἰς ἀγάπην ἀποκαθίστησιν, ὁ δὲ
6
τῶν τοῦ διαβόλου ἔργων μῖσος ἔχει σύνοικον. ὁ δὲ αὐτὸς καὶ τὴν μετάνοιαν
σύνεσιν εἶναί φησι
μεγάλην· μετανοῶν γὰρ ἐφ’ οἷς ἔδρασεν οὐκέτι ποιεῖ ἢ λέγει, βασανίζων δὲ ἐφ’ οἷς ἥμαρτεν τὴν ἑαυτοῦ ψυχὴν ἀγαθοεργεῖ.
ἄφεσις τοίνυν ἁμαρτιῶν μετανοίας διαφέρει, ἄμφω δὲ δείκνυσι τὰ ἐφ’ ἡμῖν.