ἰδὼν γὰρ ἡμῶν γένναν ἅλις ηὐξημένην
δόλον καθ’ ἡμῶν πολὺν ἐμηχανήσατο
βασιλεὺς Φαραώ, τοὺς μὲν ἐν πλινθεύμασιν
οἰκοδομίαις τε βαρέσιν αἰκίζων βροτούς,
πόλεις τ ἐπύργου, σφῶν ἕκητι δυσμόρων·
ἔπειτ’ ἐκήρυσ’ ἡμῖν, Ἑβραίων γένει,
τἀρσενικὰ ῥίπτειν ποταμὸν ἐς βαθύρροον. 3
ἐνταῦθα μήτηρ ἡ τεκοῦσ’ ἔκρυπτέ με
τρεῖς μῆνας, ὡς ἔφασκεν· οὐ λαθοῦσα δὲ
ὑπεξέθηκε, κόσον ἀμφιθεῖσά μοι,
παρ’ ἄκρα ποταμοῦ, λάσιον εἰς ἕλος βαθύ. 4
Μαριὰμ δ’ ἀδελφή μου κατώπτευεν πέλας·
κἄπειτα θυγάτηρ βασιλέως ἅβραις ὁμοῦ
κατῆλθε λουτροῖς χρῶτα φαιδρῦναι νέον.
ἰδοῦσά δ’ εὐθὺς κἀλεοῦσ’ ἀνείλετο,
ἔγνω δ’ Ἑβραῖον ὄντα· καὶ λέγει τάδε
Μαριὰμ ἀδελφὴ προσδραμοῦσα βασιλίδι·
θέλεις τροφόν σοι παιδὶ τῷδ’ εὕρω ταχὺ
ἐκ τῶν Ἑβραίων; ἡ δ’ ἐπέσπευσεν κόρην. 5
μολοῦσα δ’ εἶπεν μητρί, καὶ παρῆν ταχὺ
αὐτή τε μήτηρ κἄλαβέν μ’ εἰς ἀγκάλας.
εἶπεν δὲ θυγάτηρ βασιλέως· τοῦτον, γύναι,
τρόφευε, κἀγὼ μισθὸν ἀποδώσω σέθεν.
ὄνομα δὲ Μωυσῆν ὠνόμαζ’, ὅτου χάριν
ὑγρᾶς ἀνεῖλε ποταμίας ἀπ’ ᾐόνος. 6
ἐπεὶ δὲ καιρὸς νηπίων παρῆλθέ μοι,
ἦγέν με μήτηρ βασιλίδος πρὸς δώματα,
ἅπαντα μυθεύσασα καὶ λέξασά μοι,
γένος πατρῷον καὶ θεοῦ δωρήματα. 7
ἕως μὲν οὖν τὸν παιδὸς εἴχομεν χρόνον.
τροφαῖσι βασιλικαῖσι καὶ παιδεύμασιν
ἅπανθ’ ὑπισχνεῖτο, ὡς ἀπὸ σπλάγχνων ἑῶν·
ἐπεὶ δὲ πλήρης κύκλος ἡμερῶν παρῆν.
ἐξῆλθον οἴκων βασιλικῶν.
τί τύπτεις ἀσθενέστερον σέθεν;
ὃ δ’ εἶπεν· ἡμῖν τίς σ’ ἀπέστειλε ν κριτὴν
ἢπιστάτην ἐνταῦθα; μὴ κτενεῖς δέ με
ὥσπερ τὸν ἐχθὲς ἄνδρα; καὶ δείσας ἐγὼ
ἔλεξα· πῶς ἐγένετο συμφανὲς τόδε;
Stromata. Clement of Alexandria. ed. Otto Stählin. Leipzig. 1906-1909.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Google Digital Humanities Awards Program.