[24] Τῶν δὲ ὑπὸ τὰς δέκα κατηγορίας ὑποτασσομένων τὰ μὲν καθ᾿ αὑτὰ λέγεται, ὡς αἱ ἐννέα κατηγορίαι, τὰ δὲ πρός τι.
2
καὶ πάλιν τῶν ὑπὸ ταύτας τὰς δέκα κατηγορίας τὰ μέν ἐστι συνώνυμα, ὡς βοῦς καὶ ἄνθρωπος, καθὸ ζῷον· ἔστι γὰρ συνώνυμα ὧν τό τε ὄνομα ἀμφοῖν κοινόν, τὸ ζῷον, καὶ ὁ λόγος ὁ αὐτός, τουτέστιν ὁ ὅρος, [τουτέστιν] οὐσία ἔμψυχος·
3
ἑτερώνυμα δὲ ὅσα περὶ τὸ αὐτὸ ὑποκείμενον ἐν διαφόροις ἐστὶν ὀνόμασιν, οἷον ἀνάβασις καὶ κατάβασις· ὁδὸς γὰρ ἡ αὐτή, ἤτοι εἰς τὸ ἄνω ἢ εἰς τὸ κάτω·
4
τὸ δ᾿ ἄλλο εἶδος τῶν ἑτερωνύμων, οἷον ἵππος καὶ μέλας, καὶ ὄνομα καὶ λόγον ἕτερον ἀλλήλων ἔχοντα μηδὲ τοῦ ὑποκειμένου κοινωνοῦντα. ἕτερα δὴ λεκτέον, οὐχ ἑτερώνυμα.
5
πολυώνυμα δὲ τὰ τὸν μὲν λόγον τὸν αὐτὸν ἔχοντα, ὄνομα δὲ διάφορον ὡς ἄορ, ξίφος, φάσγανον.
6
παρώνυμα δ᾿ ἐστὶ τὰ παρά τι ἕτερον ὠνομασμένα, ὡς ἀπὸ τῆς ἀνδρείας ὁ ἀνδρεῖος.
7
τὰ δὲ ὁμώνυμα τῷ αὐτῷ ὀνόματι χρώμενα, λόγον δὲ οὐ τὸν αὐτὸν ἔχοντα, οἷον ἄνθρωπος τό τε ζῷον καὶ γεγραμμένος.
8
τῶν δὲ ὁμωνύμων τὰ μὲν ἀπὸ τύχης ὁμωνυμεῖ, ὡς Αἴας ὁ Λοκρὸς καὶ ὁ Σαλαμίνιος, τὰ δὲ ἀπὸ διανοίας, καὶ τούτων τὰ μὲν καθ᾿ ὁμοιότητα, ὡς ἄνθρωπος τό τε ζῷον καὶ ὁ γεγραμμένος, τὰ δὲ κατὰ ἀναλογίαν, ὡς »πόδες Ἴδης« καὶ οἱ ἡμέτεροι πόδες διὰ τὸ κατωτέρω εἶναι, τὰ δὲ κατ᾿ ἐνέργειαν, ὡς ποὺς πλοίου, δι᾿ οὗ τὸ πλοῖον πλεῖ, καὶ ποὺς ὁ ἡμέτερος, δι᾿ οὗ κινούμεθα.
9
λέγεται ὁμώνυμα ἀπὸ τοῦ αὐτοῦ καὶ πρὸς τὸ αὐτό, ὡς [ἀπὸ] τοῦ ἰατροῦ τὸ βιβλίον καὶ τὸ σμιλίον ἰατρικὰ ἀπό τε τοῦ χρωμένου ἰατροῦ καὶ πρὸς τὸν αὐτὸν λόγον τὸν ἰατρικόν.