[16] Εὐσεβὴς ἄρα ὁ γνωστικός, ὁ πρῶτον ἑαυτοῦ ἐπιμελόμενος. ἔπειτα τῶν πλησίον. ἵν᾿ ὡς ἄριστοι γενώμεθα· καὶ γὰρ ὁ υἱὸς πατρὶ ἀγαθῷ χαρίζεται σπουδαῖον ἑαυτὸν καὶ ὅμοιον τῷ πατρὶ παρεχόμενος. καὶ ἄρχοντι ὁ ἀρχόμενος·
2
ὅτι τὸ πιστεύειν τε καὶ πείθεσθαι ἐφ᾿ ἡμῖν· κακῶν δὲ αἰτίαν καὶ ὕλης ἄν τις ἀσθένειαν ὑπολάβοι καὶ τὰς ἀβουλήτους τῆς ἀγνοίας ὁρμὰς τάς τε ἀλόγους δι᾿ ἀμαθίαν ἀνάγκας·
3
ὧν ὑπεράνω καθάπερ θηρίων διὰ μαθήσεως ὁ γνωστικὸς γενόμενος. τὴν θείαν προαίρεσιν μιμούμενος, εὖ ποιεῖ τοὺς ἐθέλοντας τῶν ἀνθρώπων κατὰ δύναμιν·
4
κἂν εἰς ἀρχὴν καταστῇ ποτε, καθάπερ ὁ Μωσῆς, ἐπὶ σωτηρίᾳ τῶν ἀρχομένων ἡγήσεται καὶ τὸ ἄγριον καὶ ἄπειστον ἐξημερώσεται τιμῇ μὲν τῶν ἀρίστων, κολάσει δὲ τῶν μοχθηρῶν. τῇ
5
κατὰ λόγον εἰς παιδείαν ἐγγραφομένῃ. μάλιστα γὰρ
ἄγαλμα θεῖον καὶ θεῷ προσεμφερὲς
ἀνθρώπου δικαίου ψυχή, ἐν ᾗ διὰ τῆς τῶν παραγγελμάτων ὑπακοῆς τεμενίζεται καὶ ἐνιδρύεται ὁ πάντων ἡγεμὼν θνητῶν τε καὶ ἀθανάτων. βασιλεύς τε καὶ γεννήτωρ τῶν καλῶν, νόμος ὢν ὄντως καὶ θεσμὸς καὶ λόγος αἰώνιος, ἰδίᾳ τε ἑκάστοις καὶ κοινῇ πᾶσιν εἷς ὢν σωτήρ.
6
οὗτος ὁ τῷ ὄντι μονογενής, ὁ τῆς τοῦ παμβασιλέως καὶ παντοκράτορος πατρὸς δόξης χαρακτήρ. ἐναποσφραγιζόμενος τῷ γνωστικῷ τὴν τελείαν θεωρίαν κατ᾿ εἰκόνα τὴν ἑαυτοῦ, ὡς εἶναι τρίτην ἤδη
τὴν θείαν εἰκόνα τὴν ὅση δύναμις ἐξομοιουμένην πρὸς τὸ δεύτερον αἴτιον, πρὸς τὴν ὄντως ζωήν, δι᾿ ἣν ζῶμεν τὴν ἀληθῆ ζωήν, οἷον ἀπογράφοντες τὸν γνωστικὸν
τύπον γινόμενον ἡμῖν. περὶ τὰ βέβαια καὶ παντελῶς ἀναλλοίωτα ἀναστρεφόμενον.