[94] καὶ πῶς οὐκ ἄλογον τεκτονικῆς καὶ ναυπηγικῆς
2
χεῖρον νομίζειν φιλοσοφίαν; τάχα που καὶ ὁ κύριος τὸ πλῆθος ἐκεῖνο τῶν ἐπὶ τῆς πόας κατακλιθέντων καταντικρὺ τῆς Τιβεριάδος τοῖς ἰχθύσι τοῖς δυσὶ καὶ τοῖς έ τοῖς κριθίνοις διέθρεψεν ἄρτοις, αἰνισσόμενος τὴν προπαιδείαν Ἑλλήνων τε καὶ Ἰουδαίων πρὸ τοῦ θείου
3
πυροῦ τῆς κατὰ τὸν νόμον γεωργουμένης τροφῆς· προπετεστέρα γὰρ εἰς ὥραν θέρους τοῦ πυροῦ μᾶλλον ἡ κριθή. τὴν δὲ ἀνὰ τὸν κλύδωνα τὸν ἐθνικὸν γεννωμένην τε καὶ φερομένην φιλοσοφίαν Ἑλληνικὴν οἱ ἰχθύες ἐμήνυον, εἰς διατροφὴν
ἐκτενῆ τοῖς ἔτι χαμαὶ
4
κειμένοις δεδομένοι· αὐξήσαντες μὲν οὐκέτι καθάπερ τῶν ἄρτων τὰ κλάσματα, τῆς δὲ τοῦ κυρίου μεταλαβόντες εὐλογίας τὴν ἀνάστασιν
5
τῆς θειότητος διὰ τῆς τοῦ λόγου δυνάμεως ἐνεπνεύσθησαν. ἀλλ’ εἰ καὶ περίεργος εἶ, ἔκλαβε θάτερον τῶν ἰχθύων τὴν ἐγκύκλιον, τὸν λοιπὸν δὲ αὐτὴν ἐκείνην τὴν ἐπαναβεβηκυῖαν μηνύειν φιλοσοφίαν, αἳ δῆτα † συνάλογοι λόγου τοῦ κυριακοῦ·
χορὸς δὲ ἀναύδων ἰχθύων ἐπερρόθει,
6
ἡ μοῦσα ἡ τραγικὴ εἴρηκέν που.
κἀμὲ δεῖ ἐλαττοῦσθαι, αὔξειν δὲ μόνον ἤδη λοιπὸν τὸν κυριακὸν λόγον, εἰς ὃν περαιοῦται ὁ νόμος, ὁ προφήτης εἴρηκεν Ἰωάννης.