[78]
Τὸν γὰρ πατέρα καὶ ποιητὴν τοῦδε τοῦ παντὸς εὑρεῖν τε ἔργον καὶ εὑρόντα εἰς πάντας ἐξειπεῖν ἀδύνατον. ῥητὸν γὰρ οὐδαμῶς
2
ἐστιν ὡς τἄλλα μαθήματα, ὁ φιλαλήθης λέγει Πλάτων. ἀκήκοεν γὰρ εὖ μάλα ὡς ὁ πάνσοφος Μωυσῆς εἰς τὸ ὄρος ἀνιὼν (διὰ τὴν ἁγίαν θεωρίαν ἐπὶ τὴν κορυφὴν τῶν νοητῶν) ἀναγκαίως διαστέλλεται
3
μὴ τὸν πάντα λαὸν συναναβαίνειν ἑαυτῷ· καὶ ὅταν λέγῃ
ἡ γραφὴ
εἰσῆλθεν δὲ Μωυσῆς εἰς τὸν γνόφον οὗ ἦν ὁ θεός, τοῦτο δηλοῖ τοῖς συνιέναι δυναμένοις, ὡς ὁ θεὸς ἀόρατός ἐστι καὶ ἄρρητος, γνόφος δὲ ὡς ἀληθῶς ἡ τῶν πολλῶν ἀπιστία τε καὶ ἄγνοια τῇ
4
αὐγῇ τῆς ἀληθείας ἐπίπροσθε φέρεται. Ὀρφεύς τε αὖ ὁ θεολόγος ἐντεῦθεν ὠφελημένος εἰπών·
εἷς ἔστ’, αὐτοτελής, ἑνὸς ἔκγονα πάντα τέτυκται
(ἢ
πέφυκεν, γράφεται γὰρ καὶ οὕτως), ἐπιφέρει·
οὐδέ τις αὐτὸν
εἰσοράᾳ θνητῶν, αὐτὸς δέ γε πάντας ὁρᾶται.
5
σαφέστερον δὲ ἐπιλέγει·
αὐτὸν δ’ οὐχ ὁρόω· περὶ γὰρ νέφος ἐστήρικται.
πᾶσι
ν γὰρ θνητοῖς θνηταὶ κόραι εἰσὶν ἐν ὄσσοις
μικραί, ἐπεὶ σάρκες τε καὶ ὀστέα
ἐμπεφυῖα ἐμπεφύασιν.