[12] Κινδυνεύει τοίνυν δεδεῖχθαι θάνατος μὲν εἶναι ἡ ἐν σώματι κοινωνία τῆς ψυχῆς ἁμαρτητικῆς οὔσης, ζωὴ δὲ ὁ χωρισμὸς τῆς ἁμαρτίας.
2
πολλοὶ δὲ οἱ ἐν ποσὶ χάρακες καὶ τάφροι τῆς ἐπιθυμίας τά τε ὀργῆς καὶ θυμοῦ βάραθρα, ἃ διαπηδᾶν ἀνάγκη καὶ πᾶσαν ἀποφεύγειν τὴν τῶν ἐπιβουλῶν ἀνασκευὴν τὸν μηκέτι
δἰ ἐσόπτρου τὴν γνῶσιν τοῦ θεοῦ κατοψόμενον·
3
ἥμισυ γάρ τ’ ἀρετῆς ἀποαίνυται εὐρύοπα Ζεὺς
ἀνέρος, εὖτ’ ἄν μιν κατὰ δούλιον ἦμαρ ἕλῃσι.
4
δούλους δὲ τοὺς ὑπὸ ἁμαρτίαν καὶ ταῖς ἁμαρτίαις πεπραμένους, τοὺς φιληδόνους καὶ φιλοσωμάτους οἶδεν ἡ γραφή, καὶ θηρία μᾶλλον ἢ ἀνθρώπους, τοὺς παρομοιωθέντας τοῖς
κτήνεσι, θηλυμανεῖς ἵππους ἐπὶ τὰς τῶν πλησίον χρεμετίζοντας· ὄνος ὑβριστὴς ὁ ἀκόλαστος,
5
λύκος ἄγριος ὁ πλεονεκτικὸς καὶ ὄφις ὁ ἀπατεών. ὁ τοίνυν ἀπὸ τοῦ σώματος τῆς ψυχῆς χωρισμὸς ὁ παρ’ ὅλον τὸν βίον μελετώμενος
τῷ φιλοσόφῳ προθυμίαν κατασκευάζει γνωστικὴν εὐκόλως δύνασθαι φέρειν τὸν τῆς φύσεως θάνατον, διάλυσιν ὄντα τῶν πρὸς
6
τὸ σῶμα τῆς ψυχῆς δεσμῶν·
ἐμοὶ γὰρ
κόσμος ἐσταύρωται κἀγὼ τῷ κόσμῳ λέγει, βιῶ δὲ ἤδη ἐν σαρκὶ ὢν ὡς ἐν οὐρανῷ πολιτευόμενος.