[142] καὶ τοῦτο μὲν
συμβόλου χάριν γίνεται τὸ ἔξωθεν κεκοσμῆσθαί τεκαὶ ἡγνίσθαι,
ἁγνεία δέ ἐστι φρονεῖν ὅσια, καὶ δὴ καὶ
ἡ εἰκὼν τοῦ βαπτίσματος εἴη ἂν
καὶ ἡ ἐκ Μωυσέως παραδεδομένη τοῖς ποιηταῖς ὧδέ πως·
2
ἣ δ’ ὑδρηναμένη, καθαρὰ χροῒ εἵματ’ ἔχουσα,
ἡ Πηνελόπη ἐπὶ τὴν εὐχὴν ἔρχεται· Τηλέμαχος δέ,
χεῖρας νιψάμενος πολιῆς ἁλός, εὔχετ’ Ἀθήνῃ.
3
ἔθος ταῦτο Ἰουδαίων, ὡς καὶ τὸ πολλάκις ἐπὶ κοίτῃ βαπτίζεσθαι. εὖ γοῦν κἀκεῖνο εἴρηται·
ἴσθι μὴ λουτρῷ, ἀλλὰ νόῳ καθαρός.
4
ἁγνεία γάρ, οἶμαι, τελεία ἡ τοῦ νοῦ καὶ τῶν ἔργων καὶ τῶν διανοημάτων, πρὸς δὲ καὶ τῶν λόγων εἰλικρίνεια καὶ τελευταία ἡ κατὰ τὰ ἐνύπνια ἀναμαρτησία.