θεὸν δὲ ποῖον, εἰπέ μοι, νοητέον;
τὸν πάνθ᾿ ὁρῶντα καὐτὸν οὐχ ὁρώμενον, Εὐριπίδης λέγει. 4 πεπλανῆσθαι γοῦν ὁ Μένανδρός μοι δοκεῖ, ἔνθα φησίν
ἥλιε, σὲ γὰρ δεῖ προσκυνεῖν πρῶτον θεῶν,
δι᾿ ὃν θεωρεῖν ἔστι τοὺς ἄλλους θεούς· οὐδὲ γὰρ ἥλιος ἐπιδείξει ποτ᾿ ἂν τὸν θεὸν τὸν ἀληθῆ, ὁ δὲ λόγος ὁ ὑγιής, ὅς ἐστιν ἥλιος ψυχῆς, δι᾿ οὗ μόνου ἔνδον ἀνατείλαντος ἐν τῷ βάθει τοῦ νοῦ αὐτῆς καταυγάζεται τὸ ὄμμα· 5 ὅθεν οὐκ ἀπεικότως ὁ Δημόκριτος »τῶν λογίων ἀνθρώπων ὀλίγους« φησίν »ἀνατείναντας τὰς χεῖρας ἐνταῦθα ὃν νῦν ἠέρα καλέομεν οἱ Ἕλληνες, [πάντα] Δία μυθεῖσθαι· καὶ γὰρ πάντα οὗτος οἶδεν καὶ διδοῖ πάντα καὶ ἀφαιρεῖται, καὶ βασιλεὺς οὗτος τῶν πάντων«. ταύτῃ πῃ καὶ Πλάτων διανοούμενος τὸν θεὸν αἰνίττεται »περὶ τὸν πάντων βασιλέα πάντ᾿ 69 ἐστί, κἀκεῖνο αἴτιον ἁπάντων τῶν καλῶν.« τίς οὖν ὁ βασιλεὺς τῶν πάντων; θεὸς τῆς τῶν ὄντων ἀληθείας τὸ μέτρον. ὥσπερ οὖν τῷ μέτρῳ καταληπτὰ τὰ μετρούμενα, οὑτωσὶ δὲ καὶ τῷ νοῆσαι τὸν θεὸν μετρεῖται καὶ καταλαμβάνεται ἡ ἀλήθεια. 2 ὁ δὲ ἱερὸς ὄντως Μωυσῆς »οὐκ ἔσται«, φησίν, »ἐν τῷ μαρσίππῳ σου στάθμιον καὶ στάθμιον μέγα ἢ μικρόν, οὐδὲ ἔσται ἐν τῇ οἰκίᾳ σου μέτρον μέγα ἢ μικρόν, ἀλλ᾿ ἢ στάθμιον ἀληθινὸν καὶ δίκαιον ἔσται σοι,« στάθμιον καὶ μέτρον καὶ ἀριθμὸν τῶν ὅλων ὑπολαμβάνων τὸν θεόν· 3 τὰ μὲν γὰρ ἄδικα καὶ ἄνισα εἴδωλα οἴκοι ἐν τῷ μαρσίππῳ καὶ ἐν τῇ ὡς ἔπος εἰπεῖν ῥυπώσῃ ψυχῇ κατακέκρυπται· τὸ δὲ μόνον δίκαιον μέτρον, ὁ μόνος ὄντως θεός, ἴσος ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχων, μετρεῖ τε πάντα καὶ σταθμᾶται, οἱονεὶ τρυτάνῃ τῇ δικαιοσύνῃ τὴν τῶν ὅλων ἀρρεπῶς περιλαμβάνων καὶ ἀνέχων φύσιν. 4 »ὁ μὲν δὴ θεός, ὥσπερ καὶ ὁ παλαιὸς λόγος, ἀρχήν τε καὶ τελευτὴν καὶ μέσα τῶν ὄντων ἁπάντων ἔχων, εὐθεῖαν περαίνει κατὰ φύσιν περιπορευόμενος· τῷ δ᾿ ἀεὶ ξυνέπεται δίκη τῶν ἀπολειπομένων τοῦ 70 θείου νόμου τιμωρός.« πόθεν, ὦ Πλάτων, ἀλήθειαν αἰνίττῃ; πόθεν ἡ τῶν λόγων ἄφθονος χορηγία τὴν θεοσέβειαν μαντεύεται; σοφώτερα, φησίν, τούτων βαρβάρων τὰ γένη. οἶδά σου τοὺς διδασκάλους, κἂν ἀποκρύπτειν ἐθέλῃς· γεωμετρίαν παρ᾿ Αἰγυπτίων μανθάνεις, ἀστρονομίαν παρὰ Βαβυλωνίων, ἐπῳδὰς τὰς ὑγιεῖς παρὰ Θρᾳκῶν λαμβάνεις, πολλά σε καὶ Ἀσσύριοι πεπαιδεύκασι, νόμους δὲ τοὺς ὅσοι ἀληθεῖς καὶ δόξαν τὴν τοῦ θεοῦ παρ᾿ αὐτῶν ὠφέλησαι τῶν Ἑβραίων, 2
οἵτινες οὐκ ἀπάτῃσι κεναῖς, οὐδὲ ἔργα ἀνθρώπων
χρύσεα καὶ χάλκεια καὶ ἀργύρου ἠδ᾿ ἐλέφαντος
καὶ ξυλίνων λιθίνων τε βροτῶν εἴδωλα θανόντων
τιμῶσιν, ὅσα πέρ τε βροτοὶ κενεόφρονι βουλῇ·
ἀλλὰ γὰρ ἀείρουσι πρὸς οὐρανὸν ὠλένας ἁγνάς,
ὄρθριοι ἐξ εὐνῆς, ἀεὶ χρόα ἁγνίζοντες
ὕδασι, καὶ τιμῶσι μόνον τὸν ἀεὶ μεδέοντα
ἀθάνατον.
τίς γὰρ σὰρξ δύναται τὸν ἐπουράνιον καὶ ἀληθῆ
ὀφθαλμοῖσιν ἰδεῖν θεὸν ἄμβροτον, ὃς πόλον οἰκεῖ;
ἀλλ᾿ οὐδ᾿ ἀκτίνων κατεναντίον ἠελίοιο
ἄνθρωποι στῆναι δυνατοί, θνητοὶ γεγαῶτες. 72 Κλεάνθης δὲ ὁ Πηδασεύς, ὁ ἀπὸ τῆς Στοᾶς φιλόσοφος, οὐ θεογονίαν ποιητικήν, θεολογίαν δὲ ἀληθινὴν ἐνδείκνυται. οὐκ ἀπεκρύψατο τοῦ θεοῦ πέρι ὅτι περ εἶχεν φρονῶν·
τἀγαθὸν ἐρωτᾷς μ᾿ οἷόν ἐστ᾿; 2 ἄκουε δή·
τεταγμένον, δίκαιον, ὅσιον, εὐσεβές,
κρατοῦν ἑαυτοῦ, χρήσιμον, καλόν, δέον,
αὐστηρόν, αὐθέκαστον, ἀεὶ συμφέρον,
ἄφοβον, ἄλυπον, λυσιτελές, ἀνώδυνον,
ὠφέλιμον, εὐάρεστον, ἀσφαλές, φίλον,
ἔντιμον, ὁμολογούμενον * * * * *
εὐκλεές, ἄτυφον, ἐπιμελές, πρᾶον, σφοδρόν,
χρονιζόμενον, ἄμεμπτον, ἀεὶ διαμένον.
ἀνελεύθερος πᾶς ὅστις εἰς δόξαν βλέπει,
ὡς δὴ παρ᾿ ἐκείνης τευξόμενος καλοῦ τινος. 3 ἐνταῦθα δὴ σαφῶς, οἶμαι, διδάσκει ὁποῖός ἐστιν ὁ θεός, καὶ ὡς ἡ δόξα ἡ κοινὴ καὶ ἡ συνήθεια τοὺς ἑπομένους αὐταῖν, ἀλλὰ μὴ τὸν θεὸν ἐπιζητοῦντας, ἐξανδραποδιζέσθην. 4 οὐκ ἀποκρυπτέον οὐδὲ τοὺς ἀμφὶ τὸν Πυθαγόραν, οἵ φασιν »ὁ μὲν θεὸς εἷς, οὗτος δὲ οὐχ, ὥς τινες ὑπονοοῦσιν, ἐκτὸς τᾶς διακοσμήσιος, ἀλλ᾿ ἐν αὐτᾷ, ὅλος ἐν ὅλῳ τῷ κύκλῳ, ἐπίσκοπος πάσας γενέσιος, κρᾶσις τῶν ὅλων αἰώνων καὶ ἐργάτας τῶν αὐτοῦ δυνάμιων καὶ ἔργων ἁπάντων ἐν οὐρανῷ φωστὴρ καὶ πάντων πατήρ, νοῦς καὶ ψύχωσις τῶ ὅλω κύκλω, πάντων κίνασις.« 5 ἀπόχρη καὶ τάδε εἰς ἐπίγνωσιν θεοῦ ἐπιπνοίᾳ θεοῦ πρὸς αὐτῶν μὲν ἀναγεγραμμένα, πρὸς δὲ ἡμῶν ἐξειλεγμένα τῷ γε καὶ σμικρὸν διαθρεῖν ἀλήθειαν δυναμένῳ.
Protrepticus. Clement of Alexandria. ed. Otto Stählin. Leipzig. 1905.