ὡς δ᾿ ὅτε τίς τε δράκοντα ἰδὼν παλίνορσος ἀπέστη
οὔρεος ἐν βήσσῃς, ὑπό τε τρόμος ἔλλαβε γυῖα,
ἄψ τ᾿ ἀνεχώρησεν· δαίμονας δὲ ὀλεθρίους καὶ ἀλιτηρίους ἐπιβούλους τε καὶ μισανθρώπους καὶ λυμεῶνας ὄντας προαισθόμενοι καὶ συνιέντες οὐκ ἐκ τρέπεσθε οὐδὲ ἀποστρέφεσθε; 2 τί δ᾿ ἂν καὶ ἀληθεύσαιεν οἱ κακοί, ἢ τίνα ἂν ὠφελήσαιεν; αὐτίκα γοῦν ἔχω σοι βελτίονα τῶν ὑμεδαπῶν τούτων θεῶν, τῶν δαιμόνων, ἐπιδεῖξαι τὸν ἄνθρωπον, τοῦ Ἀπόλλωνος τοῦ μαντικοῦ τὸν Κῦρον καὶ τὸν Σόλωνα. 3 φιλόδωρος ὑμῶν ὁ Φοῖβος, ἀλλ᾿ οὐ φιλάνθρωπος. προὔδωκε τὸν Κροῖσον τὸν φίλον καὶ τοῦ μισθοῦ ἐκλαθόμενος (οὕτω φιλόδοξος ἦν) ἀνήγαγε τὸν Κροῖσον διὰ τοῦ Ἅλυος ἐπὶ τὴν πυράν. οὕτω φιλοῦντες οἱ δαίμονες ὁδηγοῦσιν εἰς τὸ πῦρ. 4 ἀλλ᾿, ὦ φιλανθρωπότερε καὶ ἀληθέστερε τοῦ Ἀπόλλωνος ἄνθρωπε, τὸν ἐπὶ τῆς πυρᾶς οἴκτειρον δεδεμένον, καὶ σὺ μέν, ὦ Σόλων, μάντευσαι τὴν ἀλήθειαν, σὺ δέ, ὦ Κῦρε, κέλευσον ἀποσβεσθῆναι τὴν πυράν. σωφρόνησον ὕστατον γοῦν, ὦ Κροῖσε, τῷ πάθει μεταμαθών· ἀχάριστός ἐστιν ὃν προσκυνεῖς, λαμβάνει τὸν μισθὸν καὶ μετὰ τὸ χρυσίον ψεύδεται πάλιν. τέλος ἄρα οὐχ ὁ δαίμων, ἀλλὰ ὁ ἄνθρωπός σοι λέγει. οὐ λοξὰ μαντεύεται Σόλων· τοῦτον εὑρήσεις ἀληθῆ μόνον, ὦ βάρβαρε, τὸν χρησμόν· τοῦτον ἐπὶ τῆς πυρᾶς δοκιμάσεις.
ἐμοὶ μὲν οὐδ᾿ ὁ πᾶς ἂν ἀρκέσαι χρόνος· ὑμᾶς δὲ εἰ μὴ ὑπεισέρχεταί τις αἰσχύνη τῶν τολμωμένων, νεκροὶ ἄρα τέλεον ὄντες νεκροῖς [ὄντως] πεπιστευκότες περιέρχεσθε·
ἆ δειλοί, τί κακὸν τόδε πάσχετε; νυκτὶ μὲν ὑμῶν
εἰλύαται κεφαλαί.
Protrepticus. Clement of Alexandria. ed. Otto Stählin. Leipzig. 1905.