Ε
συναγαγεῖν ὀνείρους (τοὺς μὲν γὰρ τυχόντας καὶ πάνυ ῥᾴδιον καὶ ἐν βραχεῖ χρόνῳ παμπληθεῖς ἀναγράφειν, τοιούτους δέ, ὁποίους ἄν τις γράφων οὐ μόνον οὐκ αἰσχύνοιτο ἀλλὰ καὶ μέγα φρονεῖν ἐπʼ αὐτοῖς ἔχοι, οὐκ ἄνευ πόνου καὶ χρόνου οἷόν τʼ ἦν ἀθροῖσαι, καὶ μάλιστά γε
μὴ ῥᾳδιουργῆσαι βουλομένῳ) τοιγαροῦν ἔν τε ταῖς πανηγύρεσι ταῖς κατὰ τὴν Ἑλλάδα καὶ ἐν Ἀσίᾳ καὶ πάλιν αὖ ἐν Ἰταλίᾳ ἐξεπίτηδες ἀγείρων ὅσους μάλιστα ἐδυνάμην εὑρὼν τοῦτό σοι τὸ βιβλίον μετὰ τὸν ἐν τοῖς ἔμπροσθεν πεπονημένοις μοι βιβλίοις πόνον ὠφελιμώτατον ἐσόμενον
αὐτῷ τέ σοι καὶ εἴ τινι κοινωνήσειας ἀντιγράφου πεποίηκα. εὕροις δʼ ἂν καθʼ ἕκαστον τῶν ὀνείρων ψιλὰς τὰς ἀποβάσεις, ὡς ἀπέβησαν, ἄνευ σκηνῆς καὶ τραγῳδίας ἀναγεγραμμένας· 2 οὐδὲν γὰρ ἄλλο ἢ τὴν ἀπὸ τῆς πείρας πίστιν ἅμα καὶ ὠφέλειαν συναγαγεῖν προεθέμην. διόπερ τὰ εἰς πάντα ἀπὸ τῶν αὐτῶν ἐνδεχόμενα ἀποβαίνειν παρὰ τὰς τῶν θεωμένων τύχας τε καὶ προαιρέσεις καὶ ἡλικίας καὶ περιστάσεις παραιτησάμενος (ἐπειδὴ τὸ μὲν πρῶτον καὶ
τὸ δεύτερον καὶ τὸ τρίτον μάλιστα τούτων ἐστὶν ἀνάπλεω, τὸ δὲ τέταρτον αὐτῷ σοι προσφωνηθὲν τεχνικὴν περιέχον θεωρίαν καὶ ἄτριπτον τῶν ἐπιζητουμένων ἑρμηνείαν ἠκρίβωται) ὅμως σοι προσδεῖν ἡγούμενος τριβῆς τε καὶ γυμνασίας, ὡς ἐπηγγειλάμην ἐπὶ τέλει τοῦ τετάρτου, καὶ
νῦν ἐμπεδῶν τὴν ὑπόσχεσιν ἀποδίδωμι.
φθόνον. οὗτος τὴν ἑαυτοῦ γυναῖκα προαγωγεύων ἐπʼ αἰσχροῖς ἐπορίζετο, καὶ ἦν αὐτῷ τὸ ἔργον λυσιτελὲν μὲν εἰς πορισμόν, ἄξιον δὲ ἀποκρύπτεσθαι.
εἶτα ἐδόκει αὐτῷ τὸ πῆγμα τῆς εἰκόνος πᾶν τὸ ἔξωθεν διαλελύσθαι. πυνθανομένῳ δέ τινι τί συμβεβηκὸς εἴη περὶ τὴν εἰκόνα λέγειν ᾤετο ‘ἡ μὲν εἰκών μου μένει ὑγιής, τὸ δὲ πῆγμα λέλυται. χωλὸς ἐγένετο ἀμφοτέρους τοὺς πόδας
εἰκότως· τὸ μὲν γὰρ γυμνάσιον σύμβολον ἦν τῆς καθʼ 3 ὅλον τὸν ὄγκον εὐεξίας, ἡ δὲ εἰκὼν τὰ περὶ τὸ πρόσωπον ἐσήμαινε, τὸ δὲ ἔξωθεν πῆγμα τὰ λοιπὰ τοῦ σώματος ἧν.
τὸ μὴ λαθεῖν αὐτὸν ἐσήμαινεν.
τοῦ λεγομένου ἠθμοῦ τὸ σίνηπι ἔπινε. τοιγαροῦν ὑπὸ κριτοῦ, ὅπερ ἐστὶ δικαστοῦ, εἰς ὄλεθρον κατέστη.
μὴν ἀπέθανέ γε, ὅπερ ἦν εἰκὸς διὰ τὸ ἀθάνατον εἶναι τὸν ποταμόν.
διὰ τὸ σελίνῳ τῷ ἐν Νεμέᾳ τοὺς νικῶντας στεφανοῦσθαι.
οὖν ἔμεινεν, ὠφθαλμίασε δὲ ἰσχυρῶς· καὶ γὰρ μιᾷ εὐχῇ ὁ θεὸς ἀρκούμενος τὸ ἕτερον ἠρνεῖτο.
τοῦτο ἦν ἄρα, ὅπερ ἐσήμαινεν αὐτῷ τὸ ὄναρ, ἀφεθέντι τῶν ἐγκλημάτων μηκέτι δεήσεσθαι τῶν δικαιωμάτων.
φῶς.
τὸν Ἀσκληπιὸν κριτὴν εἶναι καὶ παροδεύων ἅμα τοῖς ἄλλοις παισὶν ἐν παρεξαγωγῇ ὑπὸ τοῦ θεοῦ ἐκκεκρίσθαι. καὶ δὴ πρὸ τοῦ ἀγῶνος ἀπέθανεν· ὁ γὰρ θεὸς οὐ τοῦ ἀγῶνος ἀλλὰ τοῦ ζῆν, οὗπερ μᾶλλον εἶναι κριτὴς νομίζεται, ἐξέβαλεν αὐτόν.
ὑφʼ οὗ ἀνῃρέθη. καὶ γὰρ ὁ σίδηρος ὑπὸ τοῦ ἐξ αὐτοῦ γενομένου ἰοῦ φθείρεται.
τοῦ αὐτοκράτορος κατεσχέθη, ἔπειτα ἐντυχὼν τῷ βασιλεῖ ἀφείθη τῆς ἀγγαρείας.
εἶναι ἐν ἀσφαλεῖ τὰ οἴκοι.
τῇ ὑστεραίᾳ τὸ παιδίον αὐτοῦ εἰς ποταμὸν πεσὸν ἐπνίγη· καὶ γὰρ ἀπὸ νεκρῶν σαρκῶν ὁ ἀσκὸς γίνεται καὶ ὑγροῦ ἐστι δεκτικός.
τινός. ἔπειτα ὁ δεσπότης αὐτοῦ ἀπέθανεν, ἡγούμενος δὲ ἐλεύθερός τε καὶ ἀδέσποτος εἶναι εὗρε παῖδα τοῦ προτέρου δεσπότου, ᾧ κατ’ ἀνάγκην ἐδούλευσεν. ὁ μὲν οὖν πεσὼν ἀστὴρ ἐσήμαινε τὸν ἀποθανούμενον, ὁ δὲ εἰς οὐρανὸν ἀνελθὼν τὸν ἐποψόμενον καὶ δεσπόσοντα αὐτοῦ.
καὶ τὸ ὄνομα αὐτοῦ γράμματα ἑπτὰ ἔχει, καὶ καθʼ ὃ περιέκειτο τὴν σκυτίδα μέρος, κατʼ ἐκεῖνο τὸ μέρος νοσήσας ἀπέθανεν.
σύμβολον τῆς ὅλης καταστάσεως καὶ τοῦ τέλους ἡ ἑστία, 7 ἣν ἐπὶ ξένης οἰκοδομῶν ἔμελλεν ἕξειν τὸ τέλος.
βουλομένης περιβαλεῖν αὐτῷ τοὺς λεγομένους τῇ Ῥωμαίων φωνῇ φαινόλας μέσους λελυμένους ἐκ τῶν ῥαφῶν, καὶ τέλος οὐ βουλόμενος καταναγκασθῆναι. τούτου ἐρασθεῖσα ἡ γυνὴ ἐγήματο αὐτῷ οὐ βουλομένῳ καὶ διʼ ὀλίγων ἐτῶν ἀπηλλάγη αὐτοῦ διὰ τὸ λελύσθαι τοὺς
φαινόλας.
ἐν νόσῳ πάνυ κινδυνώδει, ὅθεν οὐκ ἂν ᾤετό τις αὐτὴν σωθῆναι, καὶ μὴ γενομένην ῥᾷον ὡς μὴ τέλεον ὑγιᾶναι. μετὰ ἑπτὰ ἡμέρας ἀπέθανεν εἰκότως· ἔμελλε γὰρ ἀποθήσεαθαι τὸ βάρος καὶ τὰς ἀλγηδόνας μετὰ τοὺς ἑπτὰ μῆνας. τὸ δὲ καλὸν παιδάριον ἦν ὁ θάνατος, ὅστις
αἱρετώτερος ἦν διὰ τὸ ἄπονον τοῦ νοσώδους καὶ ταλαιπώρου βίου.
τοῦ βίου εἰκότως· ἦν γὰρ αὐτῷ τοσαύτη ἑτέρου σώματος 8 ἐρημία καὶ ἀναλωμάτων ἀπορία κατ’ ὄναρ, ὥστε τὴν ὄρεξιν εἰς ἑαυτὸν ἐπιστρέψαι ἢ διὰ τὸ μὴ εἶναι ἄλλο σῶμα ᾧ ἂν ἐχρήσατο ἢ διὰ τὸ μήτε βαίνειν δύνασθαι μήτε ἀναλίσκειν ἔχειν.
ἐκβαλεῖν, εἶτα ζητῶν καταλαβεῖν τὸν ἐν αὐτῷ λίθον κατεαγμένον εἰς πολλά, ὥστε ἄχρηστον εἶναι. διέπεσεν αὐτῷ πάντα τὰ πράγματα ἡμερῶν πέντε καὶ πεντήκοντα.
ἀρχαῖον ὀμφαλὸν τόπους καταλαβεῖν. φάρμακον θανάσιμον ἑκὼν ἔπιεν οὐχ ὑπομένων περίστασιν ἀνάγκην τε χρεῶν· φόβῳ γὰρ τοῦ μὴ τὰ ἀναγκαῖα καὶ ἀπόκρυφα αὐτοῦ ἐξοζήσῃ καὶ ἐγνώσθη παρὰ τὸ δέον καὶ ἐκαύθη θᾶττον καὶ ἀπέθανεν.
πρὸ τῆς οἰκίας τῆς ἀδελφῆς συκῆν πεφυκέναι καὶ ἀπʼ αὐτῆς δρεπόμενος σῦκα μέλανα τὸν ἀριθμὸν ἑπτὰ ἐσθίειν. ἀπέθανεν ἡ ἀδελφὴ ἐπὶ κληρονόμῳ τῷ ἰδόντι τὸν ὄνειρον ἑπτὰ ἡμέρας ἐπιζήσασα. φανεροὶ οἱ λόγοι.
ἐκβάλλεσθαι τῶν οἰκείων καὶ τοῦ γυμνασίου. τοῦτον ὁ πατὴρ ἐξέβαλε τῆς οἰκίας· ὃν γὰρ ἔχει λόγον ἐν τῇ πόλει στρατηγός, τὸν αὐτὸν ἐν τῇ οἰκίᾳ πατήρ.
τῷ λόγῳ καὶ ἡ γυνὴ οὐ τὸν μαζὸν ἀλλὰ τὸν ἐοικότα τῷ μαζῷ υἱὸν ἀπώλεσεν.
ἦν αἰσχύνης αὐτῷ τὸ κέρδος πλῆρες εἶναι.
ἡ γὰρ Ἀφροδίτη γάμου καὶ παιδοποιίας ἦν σύμβολον κατὰ τὸ Ὁμηρικὸν ‘ἀλλὰ σύ γʼ ἱμερόεντα μετέρχεο ἔργα γάμοιο,ʼ καὶ τὸ πολυτελὲς τῆς ὕλης τὸ τερπνὸν τοῦ γάμου ἐσήμαινεν, ἄλλως τε καὶ κατάλληλος τῇ Ἀφροδίτῃ ὁ χρυσός ὃν ἐπεπέδητο. αἱ δὲ πέδαι τὸ
ἀδιάλυτον τοῦ γάμου ἐσήμαινον· ἡ δὲ ἄμπελος θανάτου σημεῖον ἦν τοῦ περὶ τὴν ἑτέραν ἐσομένου διὰ τὸ γῆθεν φύεσθαι (εἰς γῆν δὲ καὶ τὰ σώματα ἀναλύεται) καὶ ὅτι ἐν τῷ ἀκμαιοτάτῳ τῆς ὥρας τοῦ καρποῦ στερίσκεται ἡ ἄμπελος.
ἐσθίεσθαι, ἐπιστάντα τε τὸν νεώτερον πρός γε τοὺς ἂλλους χαλεπαίνειν καὶ λυπεῖσθσι καὶ μυσαττόμενον λέγειν ‘ἐγὼ τοῦ πατρὸς οὐ μὴ φάγω.’ συνέβη τὸν νεώτερον υἱὸν αὐτοῦ ἀποθανεῖν· μόνος γὰρ οὐκ ἔμελλεν ἐσθίειν οὐ τῶν σαρκῶν ἀλλὰ τῆς ὑπάρξεως, πρότερος τοῦ πατρὸς ἀποθανὼν
καὶ μὴ κληρονομήσας. οἱ δὲ ἕτεροι οἱ φαγόντες διάδοχοι τῆς οὐσίας τοῦ πατρὸς ἐγένοντο.
τὸν διὰ τὸ δαιμονᾷν γε δαίμονα τὸν τοῦ ζῆν αἴτιον τῷ ἰδόντι, ἡ δὲ ἀδελφὴ αὐτὸν ἔχουσα λόγον τῇ ψυχῇ ἀποσπωμένη τοῦ ἀνδρὸς τοῦ σώματος ἔμελλεν ἀποσπασθήσεσθαι ὑπὸ τοῦ δαίμονος καὶ ἐν ἄλλαις ἔσεσθαι διατριβαῖς καὶ ἤθεσιν, ὥσπερ ὑπολαμβάνουσιν ἄνθρωποι τῶν καμόντων
τὰς ψυχὰς ἀπαλλαγείσας τῶν σωμάτων ἐν ἄλλαις γίνεσθαι διατριβαῖς.
ὁ γὰρ παῖς πατρὸς κόσμος, ὥσπερ ὁ πώγων προσώπου· ἐπειδὴ δὲ τὸ πῦρ μειοῦν πέφυκε πᾶσαν ὕλην, οὐ παρέμεινεν αὐτῷ ὁ παῖς, ἐχωρίσθη δέ, οὐκ ἀποθανών διὰ τὸ ἄνευ καπνοῦ τὸ πῦρ λάμπειν.
πάλην ἅμα καὶ παγκράτιον ἔδοξεν ἀμφοτέρας τὰς χεῖρας αὐτοῦ χρυσᾶς γεγονέναι. οὐδέτερον τῶν στεφάνων ἤρατο· ἔμελλε γὰρ ὥσπερ χρυσέαις ταῖς χερσὶν ἀργαῖς καὶ ἀκινήτοις χρήσεσθαι.
τὴν ἐπὶ θανάτῳ ἐθηριομάχησε καὶ προσδεθεὶς ξύλῳ ἐβρώθη ὑπὸ ἄρκτου τοῦτο γὰρ καὶ τῇ χειρὶ συμβαίνει. ἐπειδὰν γὰρ φωλεύῃ ἡ ἄρκτος, τῷ στόματι ἐμβαλοῦσα τὴν χεῖρα ὥσπερ ἐσθίουσα ἀπομυζᾷ καὶ τρέφεταί.
ὑπὸ τοῦ βάκτρου, τοῦτʼ ἔστιν ἡ ῥώμη καὶ εὐεξία τοῦ σώματος.
ἐρείσματος ἐπειδὴ ἔμελλεν αὐτῷ τὸ λοιπὸν χρῆσθαι εἰς πορίαν.
ἐπειδὴ οὐχ οἷός τε ἦν αὐτὸν ὁ ἀδελφὸς θεάσασθαι.
αὐτῆς ὑποδιαβάλλουσα καὶ ζημιῶν καὶ πομπειῶν ἐγένετο αὐτῇ αἰτία.
ὦμον ἰδεῖν ἠδύνατο.
κατῄσχυνε γὰρ τὸν πρότερον στέφανον.
καὶ βοῦς ἐν τῇ δευτέρᾳ βίβλῳ εἴρηταί μοι.
ἐν τῇ πόλει· ὁ μὲν γὰρ ἀετὸς τὸ ἔτος ἐσήμαινεν, ἐν ᾧ ἔμελλεν αὐτῷ ὁ παῖς τεχθῆναι, τὰ δὲ σπλάγχνα τὸν παῖδα (οὕτω γὰρ καὶ τὸν παῖδα καλεῖν ἔθος ἐστίν), ἡ δὲ φορὰ ἡ εἰς τὸ θέατρον τὸ λαμπρὸν καὶ ἐπίσημον τοῦ παιδὸς ἐσήμαινεν.
ἐδόκει. ἀπεγράψατο εἰς μονομάχους καὶ πολλοῖς ἔτεσιν ἐπύκτευεν ἀπότομον πυγμήν· τό τε γὰρ ἀνθρώπινον 13 αἷμα ἐσθίειν τὴν ἀπὸ αἵματος ἀνθρωπίνου ὠμήν τε καὶ ἀνόσιον ἐσήμαινεν αὐτοῦ τροφήν, καὶ ἡ τῆς μητρὸς φονὴ τὴν ἀτιμίαν τοῦ βίου προεμαντεύετο, καὶ τὸν ἀεὶ
καὶ συνεχῶς γινόμενον κίνδυνον ἐσήμαινε τὸ ἐπὶ τῆς μάκρας φέρεσθαι· τὰ γὰρ ἐκεῖ τιθέμενα πάντως δαπανᾶται. καὶ τυχὸν ἂν ἀπέθανεν ἐν τοῖς μονομάχοις, εἰ μὴ κατατεθεὶς εἰς τὸν οἶκον ἦλθε τὸν ἑαυτοῦ· ὀψὲ γὰρ σπευσάντων
τινῶν αὐτῷ ἀφείθη τῶν μονομάχων.
ζευχθεὶς ὑπὸ τῆς μητρὸς ὥσπερ τι ὑποζύγιον ἐλαύνεσθαι τῆς μητρὸς ἡνιοχούσης. ἦλθε παρὰ τὴν μητέρα κάμνων καὶ ἀπέθανε καὶ ἐτάφη ὁμοῦ τῷ ἀδελφῷ, καὶ ταύτην τὴν συνωρίδα ἔζευξεν ἀθλίως ἡ μήτηρ.
ἀπσθανεῖν. τούτῳ ἀπόστημα ἐγένετο κατὰ τῆς γαστρὸς καὶ ἰάσατο αὐτὸν ὁ Ἀσκληπιὸς τομῇ χρησάμενος.
οὐκ ἔχειν πρόσωπον οὐδὲ στόμα.
χιτὼν τὴν περιπλεκομένην αὐτῷ γυναῖκα καὶ οἱ κόρεις τὴν αἰσχύνην. ἐπειδὴ δὲ οὐχ οἷός τε ἦν βουλόμενος ἀφελεῖν αὐτούς, οὐδὲ τῆς γυναικὸς βουλόμενος ἀπαλλαγῆναι ἠδυνήθη.
τετριχῶσθαι καὶ λάσιον εἶναι πυκνῶν πάνυ τριχῶν αἰφνίδιον φυεισῶν. ἀποπεφασμένος κίναιδος ἐγένετο πάσῃ μὲν ἀκολάστῳ χαρισάμενος ἡδονῇ θηλυδρίας τε καὶ ἀνδρόγυνος ὤν, μόνῳ δὲ τῷ αἰδοίῳ κατὰ νόμον ἀνδρῶν μὴ χρώμενος. τοιγοροῦν οὕτως ἀργὸν ἦν αὐτῷ τὸ μέρος ἐκεῖνο,
ὡς διὰ τὸ μὴ τρίβεσθαι πρὸς ἕτερον σῶμα καὶ τρίχας ἐκφῦσαι.
πλησίον ἀγορᾶς καὶ περὶ πολλοῦ ποιεῖσθαι τὸ κατοπτρίζεσθαι. 15 ἐπὶ δὲ τούτοις συγχωρηθὲν αὐτῷ κατωπττρίσατο καὶ εἶθε τὴν εἰκόνα αὐτοῦ πᾶσαν μεστὴν σπίλων. ἦν ἔρως ἑταίρας αὐτῷ, ἣν οὐδενὸς συγχωροῦντος αὐτῷ βία λαβὼν ἔσχε καὶ παῖς ἐγένετο αὐτοῖς ἐπίμωμος
οὐ διὰ τὸ γένος μόνον, ἀλλʼ ὅτι καὶ διάστροφος ἦν τοὺς ὀφθαλμούς. τὸ δὲ κάτοπτρον τοῦ κουρέως κοινὴν ἐσήμαινε τὴν γυναῖκα καὶ παντὶ προκειμένην, ἥτις οὐκ εὐ μαρῶς ἐχρήσατο τῷ μοιχῷ· ἐκώλυε γὰρ ἂν ἀγαγέσθαι τὴν ἄνθρωπον. ἐπεὶ δὲ εἶδε τὴν ἑαυτοῦ εἰκόνα, ἐγένετο παῖς αὐτῷ τὰ μὲν
ἄλλα ὅμοιος, οὐκ ἄμωμος δέ, ὅτι καὶ σπίλους εἶχεν.
ἀπελασθείς. ἐῶ λέγειν τὰς αἰτίας· εἰκότα γὰρ καὶ εὔλογα ἦν τὰ συμβάντα.
γυνὴ αὐτὸν καταπροδοῦσα ἀπέστερξεν, ὥστε ὑπʼ αἰδοῦς μεταναστῆναι.
καὶ δὴ παρεσκευάσατο μὲν τὰ πρὸς τὴν ἀποδημίαν, ἄρτι δὲ τοῦ Ἰουλίου λεγομένου μηνὸς ἐνστάντος ὑπὸ περιστάσεως ἐκωλύθη καὶ κατέμεινεν. οὐ μὴν ἡ καταμονὴ εἰς τέλος ἐγένετο, ὅτι φίλος ἦν ὁ κατασχών.
ἀπέβη ἐπιστεύσαμεν ἀπὸ ἑτέρου.
ἔτι ἐν σπαργάνοις.
ἐστὶ θαλάσσια ὄρνεα. ἐγένοντο αὐτῷ παῖδες δύο, ὧν ὁ μὲν ἕτερος ἤθλησε διὰ τὴν λεύκην καὶ περινοστῶν παντοδαπῶν ἀνθρώπων καὶ μὴ ὁμοφύλων ἠνέσχετο, ὁ δὲ ἕτερος καίπερ ὢν γεωργοῦ παῖς ναύκληρος ἐγένετο καὶ τῶν οὐκ ἀσήμως πλευσάντων. αὐτὸς δὲ ὁ ἰδὼν τὸν ὄνειρον μακρογήρως
καὶ λιπαρῶς κατεβίωσεν.
τὸν παῖδα. ἐνεκρίθη ὁ παῖς καὶ ἠγωνίσατο καὶ ἐν ἐλπίδι μεγάλῃ τοῦ νικᾶν γενόμενος ἐλείφθη εἰκότως· οὔτε γὰρ ἐν τελευτῇ ἐγένετο, τοῦτʼ ἔστιν ἐν συμπεράσματι τοῦ νικᾶν, οὔτε μὴν δημοσίας ἔτυχε τιμῆς· ὡς γὰρ εἰκὸς οἱ προθυόμενοι δημοσίᾳ μεγάλων τιμῶν ἀξιοῦνται, κατὰ ταὐτὰ δὲ καὶ οἱ Ὀλυμπιονῖκαι.
καὶ γὰρ ἐπιγραφῆς ἀκόλουθόν ἐστι τὸν ἀποθανόντα τυχεῖν ὡς καὶ τὸν Ὀλυμπιονίκην καὶ μακάριον λέγεσθαι.
παῤ ὅσον ἔζη, οὐκ ἔζη δὲ παῤ ὅσον οὐκ ἔβλεπε τὸ φῶς.
18 ἐπεὶ δὲ διαλιπτὼν πάλιν προσῄει, πάλιν ὁμοίως ῥέον ἄρτι προσιόντος ἐπαύσατο, καὶ τρίτον ὁμοίως. τέλος δὲ καὶ παντελῶς ἐξέλιπεν, ὥστε ὀργισθέντα ῥῆξαί τε καὶ κατεάξαι τὸ κεράμιον. δραμὼν ἐξ ἴσης ἄλλῳ καίπερ οὔσης ῥοπῆς τινος κατ’ αὐτὸν πλείονος πάλιν ἠναγκάσθη δραμεῖν.
καὶ δεύτερον συνελὼν τῷ ἀνταγωνιστῇ τὰ τέρματα τρίτον ἔδραμε καὶ πολλῆς γενομένης τῆς κατʼ αὐτὸν ῥοπῆς ἀφῃρέθη τοῦ στεφάνου· ἔτυχε γὰρ σπεύδων τῷ ἀνταγωνιστῇ ὁ τὸν ἀγῶνα ἐπιτελῶν. παρῆν δὲ εἰκάζειν τὴν μὲν κρήνην τῷ ἀγῶνι, τὸν δὲ ὀχετὸν τῷ ἀγωνοθέτῃ, τὸ δὲ ὕδωρ τῷ στεφάνῳ, τὸ δὲ κεράμιον τῇ ἀσκήσει καὶ τὴν ἀποτυχίαν τοῦ ὕδατος διὰ τὸν οὐ παρέχοντα ὀχετὸν τῇ
ἀποτυχίᾳ τοῦ στεφάνου διὰ τὸν κατασπεύδοντα ἀγωνοθέτην, τὴν δὲ ματαίαν ἄσκησιν τῇ τοῦ κεραμίου κατάξει.
εὔρουν τε καὶ καθαρὸν ἀποδείξειε. τῇ ὑστεραία κλυστῆρα προσθέμενος καὶ ὑπεξαγαγὼν τῆς ἑαυτοῦ γαστρὸς τὰ σκύβαλα, καίπερ ἐγγὺς ὢν τοῦ ἀγῶνος, εὔπους τε καὶ κοῦφος γενόμενος ἐστεφανώθη.
δωρεῖσθαι. ἐμίσησε τὸν ἐραστὴν καὶ κατέλιπεν αὐτόν· ἀναφρόδιτος γὰρ ὁ χοῖρος.
ὥσπερ ηὐλοκοπημένοις οὐκέτι βαίνων ἐν τῷ κατὰ σκηνὴν ἔργῳ.
ὑποδέξομαι,’ ἔπειτα ἀπεληλακέναι αὐτούς. τῇ ὑστεραία περιπεσὼν ναυαγίῳ καὶ εἰς ἔσχατον ἐλθὼν κίνδυνον μόλις ἐσώθη, εἰκότως ἀποβάντος αὐτῷ καὶ κατὰ λόγον τοῦ ὀνείρου. ἔθος μὲν γὰρ τοῖς συμβιώταις καὶ εἰς τὰ τῶν ἀποθανόντων εἰσιέναι καὶ δειπνεῖν, ἡ δὲ ὑποδοχὴ λέγεται γενέσθαι ὑπὸ τοῦ ἀποθανόντος κατὰ τιμὴν τὴν ἐκ τῶν συμβιωτῶν εἰς τὸν ἀποθανόντα. ὁ δὲ οὐχ ὑποδεξάμενος
αὐτοὺς εἰκότως τὸν κίνδυνον ἐσήμαινεν. εἰ δὲ αὐτὸς οὐχ ὑπέστη τὴν ὑποδοχήν, εἰκότως ἐσώθη οἱ μὲν γὰρ ἐπιστάντες καὶ μύοντες αὐτῶν τὴν ὑποδοχὴν ὠθεῖτο. τὸ δὲ ναυάγιον, ὅτι κατὰ ἀπορίαν χρημάτων αὐτοὺς ἀπήλασεν.
φιλοσοφικοὺς ὁρμήσας καὶ τὴν ἐν αὐτοῖς σοφίαν ἐπορίσατο καὶ περιεβάλετο χρήματα πολλά· ἐσήμαινε γὰρ τὸ μέλι τὴν εὐέπειαν τῆς σοφίας, ὡς εἰκός, τὸν πορισμὸν δὲ ὁ ἄρτος.
πυρῶν, ἔπειτα προσελθόντα τινὰ ἀποσπάσαι τοὺς στάχυας ὡς οὐ πρέποντας αὐτῷ. ἔτυχον αὐτῷ παῖδες ὄντες δύο καὶ ἀπέθανον συμφορᾷ χρησάμενοι πονηρᾷ· λῃστήριον γὰρ ἐπελθὸν οἰκοῦσιν αὐτοῖς τὸν ἀγρὸν διέφθειρεν αὐτούς. ἐσήμαινον γὰρ οἱ μὲν στάχυες τοὺς παῖδας ἦν γὰρ ἄρρεν
σπέρμα, ἡ δὲ ἀφαίρεσις τὴν ἀναίρεσιν τῶν παίδων.
λαβὼν ὁ ἰδὼν τὸν ὄνειρον ἀνεθρέψατο κελευσθεὶς πρὸς 20 τοῦ ἀνδρὸς τῆς δεσποίνης. οὕτω τὸ μὲν περιέχον ἀπορρίψιμον καὶ οὐδενὸς ἄξιον ἦν, τὸ δὲ περιεχόμενον ἀφορμὰς τροφῆς τῷ ἰδόντι παρέσχεν.
αὐτοῦ καὶ πολλὴν ἔχειν πρόνοιαν ὅπως σώζοιτο. ἐγένετο αὐτῇ υἱὸς ἐκ τοῦ ἀνδρός, ὃν ἀνεθρέψατο· τὸ γὰρ τοῦ ἀνδρὸς αἰδοῖον τοῦ παιδὸς ἦν σημεῖον· ἐξ αὐτοῦ γὰρ ὁ παῖς ἐγεγόνει. ἐπειδὴ δὲ ἀφῃρέθη αὐτὸ τοῦ λοιποῦ σώματος, ἀναθρεψαμένη τὸν παῖδα τοῦ ἀνδρὸς ἀπηλλάγη.
μετωνυμικῶς· ἡ δὲ ἐπὶ τῇ συνουσία ἡδονὴ τὸ μὴ ἑπ᾿ ὀλέθρῳ τὴν τομὴν γενέσθαι ἐδήλου.
ἂν ἀμείβηται τὰ πρὸς τὸ ζῆν.
ἐθεραπεύθη· καὶ γὰρ αἱ τοῦ φοίνικος βάλανοι αἱ σπουδαῖαι δάκτυλοι καλοῦνται.
τῆς δεξιᾶς ἕτοιμος ἦν παραδέξασθαι αὐτὸν ὁ Κέρβερος, ὅσπερ ὄλεθρος εἶναι νενόμισται.
ὁ θεὸς ἀλλὰ χθόνιος.
κατέλυσεν.
Ονειροκριτικά. Artemidorus. ed. Roger A Pack. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.