Γ
1ἐνεδέχετο τὰ μὲν ἐξ ὁλοκλήρου τὰ δὲ καὶ συμφωνούμενά τισι τὰ δὲ καὶ κατὰ τὸ παρεῖκον ἐκφωνούμενα ἐξεῖπον, ἐδόκει δέ μοι τῇ μὲν ὅλῃ ὑποθέσει προσδεῖν τι, τοῖς δὲ ἐν ἀμφοτέροις τοῖς βιβλίοις γεγραμμένοις μηδέν τι προσγράφειν, ἐπειδὴ ἔμελλεν ὥσπερ ὑγιεῖ σώματι καὶ
εὐμόρφῳ προσπλακέν τι, καὶ εἰ εὔμορφον εἴη, τοῦ προτέρου παραιρήσειν κάλλους, ἰδία καὶ κατὰ μόνας ἕκαστοντῶν παραλελειμμένων σποράδην καὶ εἰς οὐ συνημμένακεφάλαια συναγαγὼν τοῦτό σοι τὸ βιβλίον ἐποίησα, ὡς ἂν μή τις ἀνθρώπων πάροδον καὶ ἐπιβάθραν τοῦ συγγράφειν
τι τοιοῦτον ἐφεύρῃ.
ἴδοι, κακόν, μάλιστα δὲ εἰ αὐτὸς λείποιτο, ἐπειδὴ μείονας ἔχων ψήφους καταλείπεται ὁ νικώμενος. αὐτοὶ δὲ οἱ κύβοι ὁρώμενοι στάσεις καὶ ἔχθρας προαγορεύουσιν, ἀπολλύμενοι δὲ λύουσι τὰς ἐν ποσὶ στάσεις καὶ αὐξανόμενοι ἐπιτείνουσι. παιδίον δὲ παῖζον ἰδεῖν κύβοις ἢ ἀστραγάλοις
ἢ ψήφοις οὐ πονηρόν ἔθος γὰρ τοῖς παιδίοις ἀεὶ παίζειν· ἀνδρὶ δὲ τελείῳ καὶ γυναικὶ πονηρὸν τὸ ἀστραγάλοις δοκεῖν παίζειν, εἰ μὴ ἄρα κληρονομῆσαί τινα ἐλπίζων ἴδοι τις τὸ ὄναρ τοῦτο· ἐκ νεκρῶν γὰρ σωμάτων γεγόνασιν οἱ ἀστράγαλοι. διὸ κινδύνους τοῖς λοιποῖς προαγορεύουσιν.
κλέπτην, τοῖς αὐτοῖς καὶ τὸ ὄναρ τὸν θεασάμενον ὑπάγειν.
φανερῶς λαμβάνουσι.
βιωτικοῖς συμβολαίοις πάσι στάσεων εἰσι καὶ φιλονεικιῶν σημαντικοί, καὶ τοὺς νοσοῦντας εἰ μὲν μετακομισθεῖεν ἀποθανεῖσθαι σημαίνουσι διὰ τὸ ὀλιγόψυχον, μὴ μετακομισθέντας δὲ ἧττον κινδυνεύσειν. καὶ πρὸς ἀποδημίαν εἰσὶ πονηροί· δόλους γὰρ καὶ ἐνέδρας καὶ λῃστείας προαγορεύουσι·
καὶ γὰρ αὐτοὶ τῆς οἰκείας μετανιστάμενοι περιπίπτουσι τοῖς θηρᾶν αὐτοὺς βουλομένοις. ἀλεκτρυόνες δὲ οἱ μάχιμοι στάσεων καὶ φιλονεικιῶν μόνον εἰσὶ σημαντικοί, πρὸς δὲ τὰ ἄλλα οὐκέτι ὁμοίως τοῖς ὄρτυξιν ἀποβαίνουσιν.
τῶν ζώντων. ἐπειδὰν δὲ περὶ τὸ σῶμα τοῦ ἰδόντος ἀναστρέφωνται, ὄλεθρον προαγορεύουσιν, ὅτι γῆς εἰσι παῖδες καὶ ψυχροὶ καὶ μέλανες.
λύπης καὶ φροντίδος ὑπερβαλλούσης ἀπαλλαγῆναι προαγορεύει 4 τὸ ὄναρ· πολλοὺς δὲ καὶ ὑπερβάλλοντας πλήθει πονηρὸν καὶ σημαῖνον νόσον μακρὰν ἢ δεσμὰ πολλήν γε ἀπορίαν· ἐν γὰρ τοῖς τοιούτοις πληθύνουσι καὶ οἱ φθεῖρες. καὶ εἰ μέν τις ἀποβάλλοι καὶ ἀποκαθαίροι πάντας, ἐλπὶς
αὐτῷ τούτων ἀπαλλαγῆναι· εἰ δέ τις ἔχων αὐτοὺς διυπνισθείη, οὐκ ἄν ποτε σωθείη.
σημαίνει καὶ ἀπώσασθαι τοὺς ἀδικοῦντας κατὰ ἄλλον τρόπον στερηθῆναιαὐτῶν ἐνοικοῦσι μὲν γὰρ τῷ σώματι οἱ ἕλμινθες, ἀλλʼ οὐδὲν ἧττον αὐτὸ τὸ σῶμα λυμαίνονται. ἐπειδὰν δὲ ἀποκριθῶσιν, ἀποβληθῆναι τοὺς τοιούτους ἀνθρώπους σημαίνουσι.
καπήλοις δὲ καὶ οἰνεμπόροις εἰς ὄξος μεταβαλεῖν τὸν| οἶνον προαγορεύουσι· χαίρουσι γὰρ ὄξει.
δεσπόταις βασιλεῦσι μεγιστᾶσι καὶ πᾶσι τοῖς ὑπερέχουσι, κακῶς διατεθῆναι σημαίνει πρὸς τῶν οἷς τις ἐμάχετο.
δεῖ δὲ τοῖς ἀνθρώποις βοηθείας καὶ τῶν συλλαμβανομένων, ἐπειδὴ διὰ τῶν τοιούτων ὠφελοῦνται. πονηρὸν δὲ ἐτηρήσαμεν τὸ μῖσος.
δὲ ἰδεῖν ἀγαθόν πάντα γὰρ τὰ προκείμενα ἐπὶ τὸ τέλος συμπερανθέντα ἤδη ἀφῖχθαι σημαίνει, ἐπειδὴ ἡ σφαγὴ τελευτῆς ἐστι σημεῖον.
διὰ τὸ ἄγριον καὶ δυστιθάσευτον. καὶ ὁ μὲν ἰχνεύμων ἄνδρας σημαίνει, ἡ δὲ ἴκτις γυναῖκας.
ἀθάνατοι γὰρ οἱ θεοὶ καὶ ἀποθανόντες, ἐπεὶ μηκέτι τεθνήξονται. εἰ δέ τις ἐν πενία ἢ δουλεία ἢ δεσμοῖς ἢ περιστάσει τινὶ ᾡτινιοῦν καθεστὼς κακῷ ἴδοι τὸ ὄναρ τοῦτο, ἀπαλλαγήσεται τῶν περιεχόντων αὐτὸν δεινῶν· πολλαὶ γὰρ καὶ εὐπόριστοι τῷ θεῷ αἱ ἀπὸ τῶν δεινῶν
σωτηρίαι. ἀνδρὶ δὲ πλουσίῳ καὶ μεγιστᾶνι ἀρχὴν μεγίστην κατὰ τὸ ἐπιβάλλον τοῦ ἀξιώματος προαγορεύει· ἐπίσης γὰρ τοῖς θεοῖς καὶ οἱ ἄρχοντες δύνανται εὖ καὶ κακῶς τινας ποιεῖν. ἀγαθὸν δὲ καὶ τοῖς ἐπὶ σκηνὴν ἀνερχομένοις) διὰ τὸ ἐν τῇ ὑποκρίσει ἔθος πολλάκις γὰρ καὶ θεῶν πρόσωπα ἀναλαμβάνουσιν.
περιστάσει γενόμενοι θύουσι τε τοῖς θεοῖς καὶ ὑποδέχονται αὐτούς· τῷ δὲ ἐν πενία ἢ στενοχωρία ὄντι πολλὴν ἐπίδοσιν ἀγαθῶν προαγορεύει· τότε γὰρ μάλιστα οἱ πένητες ὅταν εὐπορίσωσιν εὐχαριστοῦσί τε τοῖς θεοῖς καὶ ὑποδέχονται. αὐτούς.
προαγορεύει τὸ ὄναρ. ἀγαθὸν δὲ καὶ δούλῳ καὶ τῷ γῆμαι προῃρημένῳ· ὁ μὲν γὰρ τοῦ δεσπότου ὁ δὲ τῆς γυναικὸς ἄρξει· ἔοικε γὰρ καὶ δεσπότῃ ἡ θάλασσα διὰ τὸ δυνατὸν καὶ γυναικὶ διὰ τὸ ὑγρόν. ἀγαθὸν δὲ καὶ τῷ δίκην ἔχοντι· ὑπέρτερος γὰρ τοῦ δικαστοῦ γενόμενος ὡς εἰκὸς
νικήσει· ἔοικε γὰρ καὶ δικαστῇ ἡ θάλασσα διὰ τὸ τοὺς μὲν εὖ τοὺς δὲ κακῶς διατιθέναι. ἀνδρὶ δὲ νεωτέρῳ ἑταίρας ἐρασθῆναι σημαίνει καὶ γυναικὶ ἰδούσῃ ἑταιρικῷ χρήσασθαι βίῳ ἔοικε γὰρ καὶ ἑταίρα ἡ θάλασσα διὰ τὸ προσβάλλειν
ἡδείας μὲν τὰς πρώτας φαντασίας, κακῶς δὲ διατιθέναι τοὺς πλείστους. πᾶσι δὲ τοῖς ἐξ ὄχλου ποριζομένοις καὶ πολιτευταῖς καὶ δημαγωγοῖς μετὰ πολλῆς εὐκλείας πορισμὸν οὐ τὸν τυχόντα προαγορεύει· ἔοικε γὰρ καὶ ὄχλῳ ἡ θάλασσα διὰ τὴν ἀταξίαν.
πένησιν· οἱ μὲν γὰρ ἀπὸ τῆς ἐμπορίας πολλὰ καὶ μεγάλα κερδανοῦσιν, οἱ δὲ πολλοὺς κτήσονται οἰκέτας. κακούργοις δὲ ὄλεθρον προαγορεύει· καὶ γὰρ τὸν Προμηθέα λέγουσιν ἐπὶ τῷ πλάσαι τοὺς ἀνθρώπους καὶ τὸ πῦρ
κλέψαι κακῶς ἀπολέσθαι. πλουσίοις δὲ καὶ τοῖς μέγα δυναμένοις ἀρχήν τινα μεγάλην προαγορεύει.
πολλῶν ἄρξαι σημαίνει καὶ προσέτι παῖδας ἀγαθοὺς τῷ ἰδόντι γενέσθαι μαντεύεται. πρὸς δὲ τὰς ἀποδημίας οὐ πάνυ τι συμφέρει· τὸ μὲν γὰρ ἀσφαλὲς ἐνδείκνυται, πολλὴν δὲ βραδύτητα προαγορεύει.
δεῖ μαντικῆς τοῖς μὴ φροντίζουσιν. ὅ τι δʼ ἂν ὁ μάντις ὅγε ἀληθὴς ἀποκρίνηται, τούτῳ πιστεύειν χρή. περὶ δὲ διαφορᾶς μάντεων, οἷς δεῖ προσέχειν καὶ οἷς μή προσῆκεν, ἐν τῷ περὶ τῶν ἀξιοπίστων λόγῳ ἐν τῷ δευτέρῳ βιβλίῳ προείρηκα. ὁ δὲ μηδὲν ἀποκρινόμενος μάντις πᾶσαν ἐγχείρησιν
καὶ πᾶσαν ὁρμὴν ὑπερτίθεται ἔστι γὰρ παρά γε τοῖς σοφοῖς καὶ ἡ σιγὴ ἀπόκρισις, ἀλλʼ ἀπαγορευτική.
καὶ γὰρ τῷ μάντει μέλει καὶ τῶν οὐδὲν αὐτῷ προσηκόντων κακῶν, ἅ ἂν οἱ μαντευόμενοι φέρωσι. φέρει δὲ καὶ ἀποδημίας πολλάκις καὶ κινήσεις τῷ ἰδόντι ὁ ὄνειρος διὰ τὸ τοὺς μάντεις περινοστεῖν. καὶ τοῖς πένησιν εὐπορίαν· πολλοὶ γὰρ δέονται τοῦ μάντεως καὶ τῶν πλουσίων.
οἱ ἰατροί. νοσοῦντα δὲ εἴ τις ἐπισκέπτοιτο, εἰ μὲν γνώριμον, τὰ αὐτὰ τῷ νοσοῦντι σημαίνει εἰ δὲ ἀγνῶτα, αὐτῷ τῷ ἰδόντι οὐδὲν γὰρ διαφέρει αὐτὸν νοσεῖν ἢ ἄλλον ἀγνῶτα νοσοῦντα ἰδεῖν· εἰκόνας γὰρ τῶν ἀποβησομένων τοῖς ὁρῶσι πραγμάτων τοὺς πλησίον εἶναί φαμεν, ὅταν γε
ἀγνοῶνται. ἐτήρησα δὲ καὶ τὸ τοιοῦτο. ὅσα μὲν αὐτίκα ἀποβησόμενα καὶ μᾶλλον ἢ σφοδρότερον ἡ ψυχὴ βούλεται σημῆναι ἀγαθὰ ἢ κακά, ταῦτα περὶ αὐτὸν τὸν ὁρῶντα παράγει· ὅσα δὲ βράδιον ἢ ἧττον ἢ ἀτονώτερον, ταῦτα διʼ ἀλλοτρίου σώματος δείκνυσιν ἡ ψυχὴ τῷ ὁρῶντι.
πορίζεται· οἱ μὲν γὰρ ἀμφοτέραις ταῖς χερσὶν ἐργάζονται, οἱ δὲ τῇ ἑτέρᾳ μόνον, οἱ δὲ ἄκροις τοῖς δακτύλοις, οἱ δὲ καὶ παντὶ τῷ σώματι. φιλολόγοις δὲ καλὸν ἄλλοις παρέχειν τὸ στόμα καὶ τὴν γλῶσσαν ἐσθίειν πολλὰ γὰρ πορίσαντες ἀπὸ τοῦ στόματος καὶ τῆς γλώσσης ἔσονται ἱκανοὶ καὶ ἄλλοις παρέχειν. εἰ δέ τις τὸ ἑαυτοῦ στόμα κατεσθίοι ἢ τὴν ἑαυτοῦ γλῶσσαν, παύσεται λόγοις χρώμενος· ἰδιώταις δὲ μετάνοιαν ἐπὶ προπετείᾳ λόγων σημαίνει. γυνὴ δὲτὰς ἑαυτῆς σάρκας ἐσθίουσα πορνεύσει καὶ οὕτως ἀπὸ τοῦ ἰδίου σώματος τραφήσεται. παντὶ δὲ τῷ νοσοῦντα ἔχοντι
10 ἤτοι φίλον συγγενῆ ἢ ἄλλον τινὰ τῶν σπουδαίων, πένθος προαγορεύει· καὶ γὰρ οἱ πενθοῦντες λωβώμενοι ἑαυτοὺς τὰς ἑαυτῶν σάρκας ἐσθίουσι. πλουσίῳ δὲ ἀνδρὶ καὶ παντὶ τῷ κατὰ προαίρεοιν ζῶντι οὐκ ἀγαθὸν ἐσθίειν τῶν ἰδίων σαρκῶν· πρόρριζον γὰρ ἀνατραπῆναι τὸν βίον καὶ
τὴν ὕπαρξιν τοῦ ἰδόντος σημαίνει ὥσπερ καὶ τὸ τὴν ἰδίαν κόπρον ἐσθίειν.
ἀγαθὸν ἂν εἴη διὰ τὸ ἔθος.
ποιητὴς ἐγένετο γελοίων ἀσμάτων.
λόγοις καὶ ἔργοις ψευδεῖς τὰς ἐλπίδας φησὶν εἶναι οὐ γὰρ ἀπὸ γνώμης οὐδὲ κατὰ προαίρεσιν φιλήσειεν ἄν ποτε μητρυιὰ πρόγονον. ὁ δὲ πατρωὸς τὰ αὐτὰ τῇ μητρυιᾷ σημαίνει, ἥττονα δὲ τῇ δυνάμει. πολλάκις δὲ καὶ ὁ πατρωὸς
καὶ ἡ μητρυιὰ ξενιτείας καὶ ἀποδημίας γίνονται σύμβολα· ἐοίκασι γὰρ πατὴρ μὲν καὶ μήτηρ τῇ οἰκείᾳ, πατρωὸς δὲ καὶ μητρυιὰ τῇ ξένῃ.
πραγμάτων. καὶ εἰ μέν τι ἀγαθὸν ἢ ἡδὺ ἤ κεχαρισμένον πράττοιεν λέγοιεν, εἰς ἀγαθὸν αἱ φροντίδες τελευτήσουσιν· εἰ δὲ μή, τοὐναντίον.
ἐν τῷ περὶ γενέσεως παίδων εἴρηκα κεφαλαίῳ), οἱ δὲ ἤδη τέλειοι βοηθείας καὶ συλλήψεως εἰσι σημαντικοί.
πολλὴν γὰρ εὐφροσύνην προσημαίνουσι καὶ οἰκετῶν ἐπίκτησιν. εἰ δέ τι ποικιλώτερον περὶ τοὺς μύας βλέποι τις, ἔξεστι μεταφέρειν τὰς κρίσεις ἀπὸ τῶν παρὰ Μελάμποδι ἐν τῷ περὶ τεράτων καὶ σημείων ἐν τῷ περὶ μυῶν γεγραμμένων, οὐδὲν διαφέρειν ἡγουμένους τὰ μεθʼ ἡμέραν γινόμενα τῶν ὄναρ δοκούντων γίνεσθαι· τῆς γὰρ αὐτῆς τετύχηκε προρρήσεως, ὡς πολλάκις ἡμῖν ἔδοξε διὰ πείρας. διὰ μακροῦ δὲ τὸν τόπον τοῦτον ἐξείργασται ἐν τῷ δευτέρῳ τῆς ἑαυτοῦ συντάξεως Ἀπολλώνιος ὁ Ἀτταλεύς. ἐμοὶ δὲ νῦν πρόκειται τὰ σημαινόμενα δεικνύειν ἑκάστου τῶν
παραλελειμμένων ἐν τῇ ἐμῇ πραγματείᾳ. διὸ καὶ τρίτον τοῦτο τὸ βιβλίον οὐχ ὡς συνημμένον τοῖς δυσὶν ἀλλʼ ὡς ἀπολελυμένον ἐποίησα. ὅθεν καὶ τῆς ἐπιγραφῆς εἰκότως τεύξεται οὐχὶ τρίτον ἐκείνων ἀλλὰ κατʼ ἰδίαν Φιλάληθες ἢ Ἐνόδιον.
τούτων ἀπὸ τοῦ βλέπεσθαι προσιοῦσαν ἀπιοῦσαν ἢ πάσχουσάν τι ἢ δρῶσαν ἡδὺ ἢ ἀηδές.
τοῦ σώματος τοῦτʼ ἔστι νόσον προαγορεύει εἰκότως· ὕβριν δὲ, ὅτι μολύνει. ἔτι δὲ κίναιδον διὰ τὸ ὑγρὸν καὶ ἔκλυτον. ἀγαθὸς δʼ ἂν εἴη τοῖς ἐκ πηλοῦ ἐργαζομένοις.
σημαίνει ἢ ἀπηλευθερωμένῃ συνοικῆσαι. λεκάνη θραυομένη θεράποντος σημαίνει ὄλεθρον. λεκάνῃ ἐγκατοπτρίζεσθαι τεκνῶσαι ἀπὸ θεραπαίνης σημαίνει. εἰ δὲ τις αὐτὸς οἰκέτης ὢν οὐκ ἔχων ὑπηρέτην τοῦτον ἴδοι τὸν ὄνειρον, ἡγεῖσθαι χρὴ τὴν λεκάνην αὐτὴν τὴν δουλείαν αὐτῷ σημαίνειν.
ἐστὶ τῶν γραπτῶν καὶ κηρίνων καὶ πηλίνων καὶ τῶν ἄλλων τῶν ὁμοίων. ὅ τι δʼ ἂν πάθωσιν αἱ εἰκόνες, τοῦτο πείσονται καὶ οἱ παῖδες τοῦ ἰδόντος καὶ αἱ ὁρμαὶ τῶν πράξεων. 13 πολλάκις δὲ καὶ εἰς γονεῖς καὶ εἰς ἀδελφοὺς καὶ εἰς ἄλλους ὁμωνύμους ἀποβαίνει τὸ ὄναρ.
περέχοντος ἀπαλλάσσει σῶμα καὶ οὕτω τὸ περιεχόμενον σῶμα τοῦ περιέχοντος ἀπαλλάξασα κουφότερον ποιεῖ. πολλάκις δὲ ὁρωμένη μαῖα γυναικὶ μὴ ἐχούσῃ ἐν γαστρὶ νόσον προαγορεύει, ἐν γαστρὶ δὲ ἐχούσῃ οὐδὲν ἐπίσημον διὰ τὴν περὶ τὸν τοκετὸν ἐλπίδα.
ὑπὸ ἀνθρώπων πονηρῶν· ἔρωτας μὲν διὰ τὸ μὴ εὐθύμους τοὺς ἐραστὰς εἶναι ἀδικίας δὲ ὑπὸ ἀνθρώπων πονηρῶν διὰ τὴν γιγνομένην ὑπὸ τούτων ἐκ τῶν τραυμάτων. αἵματος ἀπόκρισιν. καὶ αἱ μὲν ἄκανθαι ὑπὸ γυναικῶντὰς ἀδικίας οἱ δὲ σκόλοπες ὑπʼ ἀνδρῶν προσημαίνουσι.
ἰσόψηφον ἔστι γὰρ καὶ τὸ ἐπʼ ἀμαθὰʼ τὴν τοῦ ρ ἐκπληροῦν ψῆφον. καὶ τοῖς προσδοκῶσιν ἀποδήμους· ἔστι γὰρ 14 καὶ τὸ ‘ἀνγελία’ τὸ ἑκατόν. καὶ τοῖς διαποροῦσι πότερον πεζῇ ἀπιτέον αὐτοῖς ἢ κατὰ πλοῦν συμβουλεύει ‘πεζῆ’ καὶ γὰρ καὶ τοῦτο ἰσόψηφον τοῦ ἑκατόν. τοῖς δὲ
περὶ τοῦ ὅλως εἰ ἐξιτέον φροντίζουσι συμβουλεύει μένειν· καὶ γὰρ τὸ ‘μένε’ ἑκατόν. κακούργους δὲ δεσμεύει· καὶ γὰρ τὸ ‘πέδαι’ ἑκατόν. ποιμέσι δὲ καὶ ἱπποτρόφοις ἀγαθὸν τὸ ἑκατόν καὶ γὰρ τὸ ‘νέμε’ ἑκατόν.
πράξεων δηλοῖ.
ἱοτὸν ἰδεῖν πρὸς τὸ ἐκτέμνεσθαι ὄντα· ἔοικε γὰρ τῷ βίῳ. ὁ μὲν οὖν ἄρτι ἀρχόμενος ὑφαίνεσθαι μακρὸν ὑπαγορεύει βίον, ὁ δὲ πρὸς ἐκτομὴν ὢν ὀλίγον, ὁ δὲ ἐκτετμημένος θάνατον. περὶ δὲ χρωμάτων διαφορᾶς ἀπὸ τοῦ λόγου τοῦ περὶ ἱματίου καὶ κόσμου ἀνδρείου τε καὶ γυναικείου
ἐν τῷ δευτέρῳ βιβλίῳ ἐν ἀρχῇ ἐπεμνήσθην ἔξεστι τὰς κρίσεις μεταφέρειν. εἰ δέ τις πλέων ἱστὸν ἴδοι, ἡγείσθω τὴν κατάρτιον ὁρᾶν. ὅ τι ἂν οὖν περὶ τὸν ἱστὸν ἀποβαίνῃ, τὸ αὐτὸ καὶ περὶ τὴν κατάρτιον ἔσται. συνεργὰ δὲ τὰ εἰς ὑφὴν ἱστοῦ παρασκευαζόμενα πολλὰς
φροντίδας καὶ σύγχυσίν πραγμάτων σημαίνει, ὧν ὀψὲ καὶ μόλις ἔσται διάκρισις· ἕως μὲν γάρ ἐστι συνεργά, συγκέχυται καὶ ἀδιάκριτά ἐστιν ἐπειδὰν δὲ ὑφανθῇ, εἰς τὴν 15 οἰκείαν ἕκαστον κατατεταγμένον χώραν καὶ τὴν εὐχρηστίαν παρέχει.
ἀκόνη καὶ γυναῖκα σημαίνει.
καὶ ἀμβλύτερα τὰ κακὰ ποιεῖ. τὰ δὲ δύσφημα ἐναντία ταῖς προαιρέσεσι τὰ μὲν κακὰ ἐπιτείνει, τὰ δὲ ἀραθὰ ἀμβλύνει. πολλάκις δὲ καὶ ἀπὸ μόνων αὐτῶν ἔστι τι προαγορεῦσαι. οἷον Μένων μὲν καὶ Μενεκράτης καὶ Κρατῖνος ἀποδημεῖν κωλύουσι, Ζήνων δὲ καὶ Ζηνόφιλος καὶ Θεόδωρος
τοὺς νοσοῦντας ἀνιστᾶσι, Κάρπος δὲ καὶ Ἐλπιδιφόρος καὶ Εὔτυχος πορισμὸν ὑποδεικνύουσι, Θράσων δὲ καὶ Θρασύλος καὶ Θρασύμαχος παρορμῶσι πράττειν καὶ μὴ ἀποκνεῖν κελεύουσιν. ὁμοίως δὲ καὶ ἐπὶ τῶν θηλυκῶν ὀνομάτων τὰς κρίσεις χρὴ ποιεῖσθαι.
ἀποβαίνοντος οὔτε γὰρ τῷ ὁρῶντί φησί τις ῾ ἀναβλέψειςʼ ἀλλʼ ὡς εἰκὸς τῷ ὑποκεχυμένῳ εἰς εὐθυμίαν ἀνάγειν αὐτὸν , οὔτε τῷ ὑγιαίνοντι λέγει τις ῾ ἀναρρώσει καὶ ὑγιανεῖςʼ ἀλλʼ ὡς εἰκὸς τῷ κάμνοντι. οὕτως οὖν ἐπειδάν 16
τινι προσελθών τις λέγῃ ῾ πλουτήσεις εὐδαιμονήσεις εὐτυχήσεις πράξεις ὃ βούλειʼ, ὡς οὐκ εὐδαιμονοῦντι οὐδὲ πράττοντι κατὰ γνώμην λέγει. εἰ δὲ ἄρα τῷ ἐν περιστάσει ὄντι προαγορεύοι τις τῆς περιστάσεως λύσιν, τότε χρὴ ἀνανεώσασθαι τὸν περὶ τῶν ἀξιοπίστων λόγον, ὅν ἐπὶ
τέλει τοῦ δευτέρου βιβλίου εἴρηκα, καὶ εἰ μὲν ἀξιόπιστος εἴη ὁ λέγων, πιστεύειν, εἰ δὲ μή, καταφρονεῖν ὡς ἐξαπατώμενον.
λόγος ἐν τῷ πρώτῳ βιβλίῳ ἐν τῷ περὶ σώματος καὶ τῶν ἐν τῷ σώματι μερῶν· κατὰ δὲ τοῦ στήθους γενόμενον τῆς καρδίας νέοις μὲν καὶ ἀνδράσι καὶ γυναιξὶν ἔρωτα σημαίνει, πρεσβυτέροις δὲ λύπην ἐν δὲ τῇ δεξιᾷ χειρὶ γενόμενον ἐν αὐτῷ τῷ θέναρι δάνειον προαγορεύει καὶ
τὴν ἐπὶ χειρογράφῳ λύπην. οὐλὴ δὲ πάσης φροντίδος συμπέρασμα σημαίνει.
τοῖς νοσοῦσιν ἐφιστάμενος καὶ ἀπαιτῶν κίνδυνον σημαίνει, λαμβάνων δέ τι καὶ θάνατον. δανειστὴς ἀποθνήσκων λύπης καὶ φροντίδος ἀπαλλάσσει. ἔτι δὲ καὶ δανειστὴς καὶ θυγάτηρ τὸν αὐτὸν ἔχουσι λόγον, ἐπειδήπερ καὶ ἡ θυγάτηρ μετὰ ἀνάγκης ἀπαιτεῖ, καὶ ὅταν μετὰ πολλῶν ἀνατραφῇ φροντίδων, ἀπαλλάσσεται λαβοῦσα προῖκα. δανειστὴς οἰκέτῃ δεσπότην σημαίνει ἀποφορὰν ἀπαιτοῦντα. τὰ δὲ αὐτὰ τῷ δανειστῇ καὶ ὁ ἐνοικιολόγος σημαίνει.
γὰρ ἀποδοχῆς ἀξιωθήσονται. ἀγαθὸν δὲ καὶ τοῖς παιδεύειν βουλομένοις, ἐπειδὴ καὶ παῖδες τοῖς μαινομένοις ἀκολουθοῦσι. καὶ τοὺς πένητας εὐπορωτέρους ἔσεσθαι σημαίνει· παρὰ πάντων γὰρ ὁ μαινόμενος λαμβάνει. καὶ τῷ νοσοῦντι ὑγείαν προαγορεύει· κινεῖσθαι γὰρ καὶ περιπατεῖν
ἡ μανία προάγεται καὶ μὴ κατερρῖφθαι καὶ μὴ ἠρεμεῖν, ὥσπερ ἐν νόσῳ ὅπερ ὑγιείας ἐστὶ σύμβολον.
μεθύειν τοῖς φοβουμένοις· ἀνεπιστρεπτοῦσι γὰρ καὶ οὐ φοβοῦνται οἱ μεθύοντες.
μή, πάντως ἐστὶν ἀγαθή ἴδιον γὰρ πάσης ἐπιστολῆς τὸ χαῖρε᾿ καὶ ῾ ἔρρωσοʼ λέγειν.
εὐπρεπείας παραιρούμενα τὸ σῶμα βλάβης καὶ φροντίδος 18 ἐστὶ σημαντικά. ἐπειδὴ δὲ πάθος ἐστὶν ἡ κήλη, καὶ τοῦτο περὶ τὰ αἰδοῖα, οὐδὲν ἧττον καὶ τὴν ἐπὶ τούτοις λύπην σημαίνει καὶ ἀνίαν ἐπὶ τοῖς ὑπὸ τῶν αἰδοίων σημαινομένοις περὶ ὧν ἀκριβέστερον ἐν τῷ πρώτῳ βιβλίῳ ἐν τῷ
περὶ σώματος λόγῳ εἴρηκα.
μόνον ἀπὸ τῶν φυτῶν ἀλλὰ καὶ ἀπὸ τῶν μερῶν ἐξ ὧν φύεται τὰ φυτά· πολλάκις γὰρ οὐκ αὐτὸς ὁ ἰδὼν ἀπέθανεν ἀλλὰ τὸ δεικνύμενον ὑπὸ τοῦ μέρους, ἐν ᾧ ἦν τὸ φυτόν. ἔστι δέ τις καὶ περὶ αὐτὰ τὰ φυτὰ διαφορά, ὡς ἐνίοτε μὴ θάνατον ποιεῖν ἀλλὰ τομὰς καὶ χειρουργίας. τοῦτο δʼ ἂν
συμβαίνοι ἀπὸ τῶν ἑκάστοτε τεμνομένων, οἷον ἀμπέλου καὶ τῶν ὁμοίων. οἶδα γοῦν τινα, ὅς ἔδοξεν ἐκ τῆς κεφαλῆς αὐτοῦ πεφυκέναι ἄμπελον, καὶ αὐτὸ μόνον ἐσταφυλοτομήθη.
διὰ τὴν εὐπορίαν· καὶ γὰρ τὰ πάθη ταῦτα ἀποβλέπτους τοὺς ἔχοντας ποιεῖ. τὰ δὲ κρυπτὰ ἐλέγχουσι διὰ τὸν αὐτὸν λόγον, τοῖς δὲ πλουσίοις καὶ τοῖς μέγα δυναμένοις ἀνδράσιν ἀρχὰς περιποιοῦσιν. ἀεὶ δὲ ἀγαθὸν αὐτὸν ἔχειν δοκεῖν ψώραν ἢ λέπραν ἢ ἐλέφαντα τι τοιοῦτο πάθος,
οἷον ἀλφοὺς ἢ λειχῆνας· τὸ δὲ ἄλλον ἔχοντα ἰδεῖν λύπην καὶ φροντίδα σημαίνει· πᾶν γὰρ εἰδεχθὲς καὶ δυσπρόσωπον ὁραθὲν συνάγει τὰς ψυχὰς τῶν ὁρώντων καὶ συστέλλει. 19 ἀτοπώτερον δʼ ἄν εἴη τῶν οἰκείων τινὰ ἰδεῖν τοιούτῳ συνεχόμενον πάθει. εἰ μὲν γὰρ οἰκέτης τοῦ ἰδόντος εἴη,
ἄχρηστος εἰς ὑπηρεσίαν ἔσται αὐτῷ. εἰ δὲ παῖς, οὐ φυλάξει τὸ κατὰ γνώμην τοῦ πατρὸς ζῆν εἰ δὲ γυνή, πάντως ἐπὶ τοῖς πραττομένοις ὑπʼ αὐτῆς αἰσχυνεῖται. τοῖς δὲ ἐξ ὄχλου ποριζομένοις συμφέρει, καὶ περὶ τῶν ἄλλων δὲ κατ᾿ ἀναλογίαν κρίνειν χρή.
δὲ πολλοὶ ὦσιν οἱ βάλλοντες, ἀγαθοὶ τετήρηνται μόνοις τοῖς ἐξ ὄχλου ποριζομένοις.
ἢ αὐτὸ μόνον περὶ τῶν πραγμάτων λέγοντας καὶ μεμνημένους, ἐν δὲ τοῖς φόβοις τοὺς αὐτὸ μόνον ἀπειλοῦντας, οὐδὲν δὲ δυναμένους δρᾶσαι· οὐδὲν γὰρ οἱ τέττιγες πλὴν φωνὴν ἔχουσι. τοὺς δὲ νοσοῦντας δίψῃ συσχεθῆναι λέγουσι καὶ πάντως ἀποθανεῖσθαι· τροφῆς γὰρ οὐ μέτεστιν αὐτοῖς.
φροντίδων οὖσα τετήρηται· οὐ γὰρ δεῖ καθαρμοῦ τοῖς μὴ ἐν περιστάσει τινὶ οὖσιν.
δὲ εἰπεῖν ὅτι νενόμισται τὸ ἐν Ἅιδου πεδίον ἀσφοδέλων εἶναι πλῆρες.
οἶδα δέ τινα πηρὸν τῷ δεξιῷ ποδί, ὃς ἔδοξε τὸν οἰκέτην αὐτοῦ τὸν αὐτὸν πόδα πηρὸν ἔχειν καὶ ὁμοίως σκάζειν. καὶ δὴ κατέλαβεν αὐτὸν ἐπὶ τῇ ἐρωμένῃ, ἧς αὐτὸς ἥττητο· καὶ τοῦτο ἦν, ὅπερ προηγόρευσεν αὐτῷ τὸ ὄναρ, συνεξαμαρτάνειν αὐτῷ τὸν οἰκέτην.
πένητι· πολλὰ γὰρ κτήσεται καὶ περιβαλεῖται χρήματα. πλουσίῳ δέ τὸ ὄναρ ἀρχῆς ἐστι περιποιητικὸν ἢ τιμῆτινος δημοσίας, ἐπειδὴ πάντες οἱ δημόται τῇ κοπρίᾳ προσφέρουσί τι καὶ προσβάλλουσιν, ὥσπερ καὶ τοῖς ἄρχουσι συντελοῦσί τι καὶ διδόασι. προσχεῖσθαι δέ κόπρια ὑπό τινος
γνωρίμου οὐκ ἀγαθόν ἔχθραν γὰρ καὶ διχόνοιαν καὶ ἀδικίαν ὑπὸ τοῦ προσχέοντος σημαίνει· αὐτὸν δὲ ἄλλῳ κόπρια προσρίπτειν βλάβην πολλὴν προαγορεύει.
21 τῆς ψυχῆς καὶ ἀνδρὶ καὶ γυναικὶ προαγορεύουσι· τοῦτο μέν γὰρ οὐδεὶς ἄπεισιν εἰς προσευχὴν μὴ οὐχὶ φροντίζων, τοῦτο δὲ καὶ οἱ μεταῖται πάνυ εἰδεχθεῖς ὄντες καὶ ἄποροι καὶ μηδὲν ἔχοντες ὑγιές ἐμποδὼν ἵστανται πάσῃ προαιρέσει. ἔστι δέ τοῦτο καθόλου καὶ ἐπὶ πάντων ἄπταιστον· οἱ ἀγνοούμενοι ἄνθρωποι εἰκόνες εἰσὶ τῶν ἀποβησομένων
ἑκάστῳ πραγμάτων, οἱ δέ μεταῖται ὁμοίας καὶ αὐτοὶ τὰς περὶ αὐτοὺς φαντασίας καὶ τὰς πράξεις τοῖς ὁρῶσιν ἔσεσθαι σημαίνουσι. λαβόντες δέ τι νόμισμα βλάβην μεγάλην καὶ ἐπικίνδυνον προαγορεύουσι, πολλάκις δὲ καὶ θάνατον αὐτῷ τῷ ἐπιδιδόντι τινι τῶν περὶ αὐτόν ἐοίκασι γὰρ
θανάτῳ, ἐπειδὴ μόνοι ἀνθρώπων ὥσπερ ὁ θάνατος οὐδὲν λαβόντες ἀποδιδόασι. μεταῖται δὲ εἰς οἰκίαν εἰσερχόμενοι τῆς οἰκίας ἀμφισβητῆσαί τινι σημαίνουσι, καὶ ἐάν τι λάβωσιν ἢ αὐτοὶ βίᾳ χρησάμενοι ἢ παρέχοντός τινος, βλάβην ὑπερβάλλουσάν τινα σημαίνουσι. τὸ δʼ αὐτὸ καὶ εἰς
χωρίον εἰσιόντες σημαίνουσι.
καὶ κατοχῆς οὖσα σημαντική· οὐ γὰρ ἐπὶ τῷ ἀνοίγεσθαι ἀλλ᾿ ἐπὶ τῷ κλείεσθαι τὰς θύρας γέγονεν ἡ κλείς, ἐπεὶ οὐκ ἂν ἔδει κλειδὸς οὐδέ θυρῶν. νυνὶ δὲ ἐπειδὰν μὴ παρῇ ὁ φυλάξων, τότε τῆς κλειδὸς ἡ χρεία γίνεται καὶ κεκλῃμένων τῶν θυρῶν. εἰκότως οὖν ἐμποδὼν γίνεται τοῖς
ἀποδημεῖν βουλομένοις. τοῖς δʼ ἐπιστατεύειν θέλουσι καὶ διέπειν τὰ ἀλλότρια πίστεώς ἐστι σημαντική.
βλαβῆναι σημαίνει.
φλεγμονὰς διὰ τὸ παροπτᾶν καὶ ποικίλην δυσκρασίαν, ἀφʼ ὧν χυμοὶ γίγνονται δριμεῖς, ὥς φασιν οἱ περὶ ταῦτα δεινοί τέλος δὲ καὶ δάκρυα διὰ τὸν ὑπὸ τοῦ μαγείρου γινόμενον καπνόν. καὶ τὰ κρυπτὰ ἐλέγχει καὶ τὰ λάθρα γινόμενα εἰς μέσον ἄγει, ἐπειδὴ τὰ ἔργα τοῦ μαγείρου
εἰς μέσον κομισθέντα παρατίθεται τοῖς εὐωχουμένοις καὶ φαίνεται οἷά ἐστιν.
σωμάτων καὶ ταῦτα οὐχ ὁλόκληρα οὐδέ ὑγιᾶ ἐῶσιν ἀλλὰ κατακόπτουσι. πλουσίοις δὲ καὶ βλάβης πρὸς τοῖς κινδύνοις εἰσὶ σημαντικοὶ καὶ κατὰ τὸ πλεῖστον εἰς τὸ δημόσιον διὰ τὸ τῷ δήμῳ διανέμειν τὸν τοιοῦτον μάγειρον τὰ κρέα. τοῦτο καὶ τοῖς φοβουμένοις στερρότερον
ἐπάγει τὸν φόβον. δάνεια δέ καὶ δεσμὰ διαλύει διὰ τὸ διαιρεῖν καὶ διακόπτειν.
θλίψεις καὶ στενοχωρίας καὶ κινήσεις καὶ ἀποδημίας προαγορεύει. καὶ ὁ λόγος φανερός· τί γὰρ δεῖ τὰ οὕτω σαφῆ ἑρμηνεύειν; τὰ δέ αὐτὰ τῷ πανδοκεῖ καὶ τὸ πανδοκεῖον σημαίνει.
καὶ τελειῶσαι· ἀπὸ γὰρ τοῦ τέλους τὸ συμπέρασμ ἑκάστης χρείας προαγορεύει. καὶ τοῖς κινεῖσθαι προῃρη μένοις (ἀεὶ γὰρ πρὸς ταῖς ἐξόδοις ἕστηκε) μικρὰς κατοχὰς προαγορεύσας τὸ λοιπὸν ἐπιτρέπει κινεῖσθαι καὶ πάσῃ ἀποδημίᾳ χρῆσθαι. νοσοῦσι δέ θάνατον προαγορεύει·
῾ τελευτὴνʼ γὰρ καὶ τὸν θάνατον καλοῦμεν. πρὸς γάμους δὲ καὶ κοινωνίας εὔνους μὲν εἶναι λέγει τοὺς κοινωνοὺς καὶ τὰς γυναῖκας, στασιώδεις δέ καὶ μαχίμους διὰ τὰς γινομένας ἑκάστοτε περὶ τῶν τελῶν ἀμφισβητήσεις. τὸ δὲ εὔνουν αὐτῶν καὶ πιστὸν ἀπὸ τοῦ φυλακτικοῦ ἔστι
τεκμήρασθαι.
ἐλπιζόμενα διὰ τὴν ἐξ αὐτοῦ γινομένην ἀρκυοστασίαν καὶ τὰς νεφέλας καὶ τὰ ὅμοια, οἷς οἱ ἄνθρωποι τὰ ἄπωθεν 24 καὶ μακρὰν θηρῶσι. πρὸς δὲ τὰ λοιπὰ τὰ αὐτὰ μὲν τῇ λευκέᾳ σημαίνει, ἥττονα δὲ τῇ δυνάμει. κάνναβις δὲ ὑπερεπιτείνει τὰ σημαινόμενα ὑπὸ τῆς λευκέας καὶ τοῦ λίνου
καὶ τὰς βασάνους ὑπερβαλλούσας τινὰς σημαίνει καὶ δεσμὰ εὔτονα λυθεῖσα μέντοι πάντων ἀπαλλάσσει μόνη γὰρ αὐτὴ καὶ ἀναλύεται μετὰ πολλὴν τριβήν. εἰδέναι δὲ χρὴ ὅτι ἕκαστον τούτων τοῖς ἐμπορευομένοις καὶ τοῖς πιπράσκουσι καὶ τοῖς ἐξ αὐτῶν ἢ διʼ αὐτῶν ἐργαζομένοις
οὐδέν ἀποτρόπαιον προαγορεύει.
καὶ μονὴν τῶν ὄντων τὴν ζωὴν καλοῦμεν, τὸ δʼ ἐναντίον τούτοις λύσιν καὶ ἀπώλειαν, τοῦτʼ ἔστι τὸν θάνατον. εἰς δὲ τὸ δεσμωτήριον καὶ τὴν εἱρκτὴν εἰσελθεῖν ἑκόντα βία πρός τινων εἰσαχθῆναι νόσον ἰσχυρὰν ἢ λύπην μεγάλην προαγορεύει. δήμιοι δὲ καὶ δεσμοφύλακες κατοχῆς καὶ λύπης εἰσὶ σημαντικοί. κακούργους δὲ δεσμεύουσι καὶ τὰ κρυπτὰ ἐλέγχουσι· τοῖς γὰρ ἐληλεγμέ- νοις καὶ καταφώροις γεγονόσι προσίασι.
μὴ οὐχὶ ἐν πολλῇ εὐφροσύνῃ ὄντας. μοιχοὺς δὲ καὶ μοιχευομένας καταφανεῖς μὲν τίθησι, κολάζει δὲ οὐδαμῶς, ἐπειδὴ τὰ πραττόμενα ἐν ταῖς παννυχίσι γνώριμα μὲν 25 τοῖς συναναστρεφομένοις ἐστί, κάν ἀκόλαστα ᾖ, τρόπον δέ τινα συγχωρεῖται. τοῖς δὲ ἐν εὐπορία καθεστῶσι καὶ
οἷς ἐστιν ἐπίλαμπρος ὁ βίος ταραχὰς καὶ περιβοησίας τίθησιν, ὧν τὸ τέλος ἄλυπον ἂν γένοιτο.
ὁρωμένη· ἡ δέ ἔρημος καὶ ἀθόρυβος ἀπραξίαν μὲν τούτοις, τοῖς δὲ ἄλλοις πολλὴν ἀσφάλειαν προαγορεύει. ἀγορὰ ἐσπαρμένη παντὶ δήπουθεν ἄβατος γίνεται, ὅ τι ἂν ᾖ τὸ ἐν αὐτῇ ἐσπαρμένον. λέγουσι δὲ ἔνιοι τὸ τοιοῦτον τῇ πόλει ἐν μὲν εὐποτμίᾳ λιμόν, ἐν δὲ λιμῷ εὐποτμίαν σημαίνειν.
θέατρα δὲ καὶ πλατεῖαι καὶ προάστεια καὶ τεμένη καὶ περίπατοι καὶ πάντα τὰ κοινὰ τὸν αὐτὸν τῇ ἀγορᾷ λόγον ἔχει.
ὡς εἰκὸς τοῖς ὁρῶσι γίνεται. οἱ δὲ λίθινοι καὶ οἱ ἐξ ἄλλης ὕλης κατὰ τὰ αὐτὰ τοῖς τῶν θεῶν ἀγάλμασι κρινέσθωσαν. ἔτι καὶ τοὺς ἐν τῇ πόλει πρωτεύοντας οἱ ἀνδριάντες σημαίνουσιν. ὅ τι ἂν οὖν δρῶσιν ἢ πάσχωσι, τὰ αὐτὰ τοὺς ἡγουμένους τῆς πόλεως δρᾶσαι παθεῖν προσημαίνουσιν.
ἐγκύμοσίν ἐστιν ἀγαθή οὐ γὰρ ᾠοτοκεῖ, ὥσπερ οἱ ἄλλοι ὄρνιθες, ἀλλὰ ζῳοτοκεῖ καὶ γάλα ἐν μαζοῖς ἔχει καὶ τοὺς ἰδίους ἐκτρέφει νεοττούς. ὅ τι δʼ ἂν τούτων τῶν ὀρνέων τις ἴδῃ πλέων ὁδεύων, χειμῶνι μεγάλῳ ἢ λῃσταῖς περιπεσεῖται. εἰσοικιζόμενα δὲ εἰς οἰκίαν ταῦτα ἔρημον ἔσεσθαι τὴν οἰκίαν μαντεύεται.
τῶν χρειῶν σημαίνει· πάντα γὰρ πρὸς τὰς ὥρας ἀποβλέποντες οἱ ἄνθρωποι πράσσουσιν. ὅθεν συμπῖπτον κατεασσόμενον πονηρὸν ἂν εἴη καὶ ὀλέθριον, μάλιστα δὲ τοῖς νοσοῦσιν. ἀεὶ δὲ τὰς πρὸ τῆς ἕκτης ὥ ὥρας ἀριθμεῖν ἄμεινον ἢ τὰς μετὰ τὴν ἕκτην.
ἔμοιγε ἔχειν δοκεῖ. χρὴ δὲ γινώσκειν ὅτι οὐδὲν οὕτω χαλεπόν ἐστι καὶ δύσκολον ὡς τὸ τὴν κρᾶσιν καὶ μίξιν τῶν ὁρωμένων ἐν τοῖς ὕπνοις συνιδόντα μίαν ἐκ πάντων ἀπόφασιν 27 ποιήσασθαι, ἐπειδὴ πολλάκις ἐναντία ἀλλήλοις καὶ οὐδὲν ὅμοιον ἔχοντα ἔστιν ἰδεῖν. ἀδύνατον δὲ μαχόμενα
εἶναι τὰ σημαινόμενα ἀλλήλοις, εἴγε τὰ πάντως ἐσόμενα οἱ ὄνειροι προαγορεύουσιν ἀλλʼ ὥσπερ τῶν πραγμάτων ἐστὶ τάξις καὶ ἀκολουθία, οὕτω καὶ τοῖς ὀνείροις εἰκὸς ἀκολουθεῖν τάξιν τινά. ἐπειδὰν οὖν ἴδῃ τις ὁμοῦ ἀγαθὰ καὶ κακά, ἐν νῷ δεῖ λαβεῖν ὁπότερα πρότερα εἶδε, τὰ ἀγαθὰ
ἢ τὰ κακά· καὶ γὰρ ἐν τοῖς πράγμασι ποτὲ μὲν χρησταὶ φανεῖσαι ἐλπίδες εἰς κακὸν ἀπέβησαν, ποτὲ δὲ οἱ προσδοκηθέντες φόβοι ἀγαθῶν αἴτιοι κατέστησαν. ἔστι δὲ ὅτε καὶ ἀντὶ μεγάλον κακῶν λυσιτελεῖ μικρὰ παθεῖν, καὶ πάλιν αὖ ἐφάνη τις μικρὰ προσδοκία ἀμαθῶν ἢ κακῶν ψευδὴς οὖσα καὶ ματαία. τοῦτον οὖν τὸν τρόπον καὶ οἱ ὄνειροι μεμιγμένων τῶν ἐν αὐτοῖς σημαινομένων εἰκότως
εἰσὶ ποικίλοι καὶ τοῖς πολλοῖς δυσερμήνευτοι. ἐγὼ δὲ ὡς εὐπαρακολούθητον ἕκαστον τῶν σημαινομένων γένηται, ἐν τάξει ἕκαστον καὶ κοσμίως καὶ ὡς μάλιστα ἐνεδέχετο διδασκαλικῶς ἀνέγραεψα. ὥσπερ δὲ οἱ γραμματικοὶ τῶν στοιχείων ἐπειδὰν τὰς δυνάμεις διδάξωσι τοὺς παῖδας, τότε
καὶ ὅπως ὁμοῦ πᾶσι χρῆσθαι δεῖ ὑποτίθενται, οὕτω κἀγὼ μικράς τινας καὶ εὐπαρακολουθήτους ὑποθήκας πρὸς τοῖς εἰρημένοις ἐπισωρεύσω, ὡς ἂν ᾖ εὐμαθῆ τὰ βιβλία πᾶσιν· ἐπεὶ τοῖς γε πείρᾳ κεχρημένοις καὶ τριβαῖς πολλαῖς εὐπαρακολούθητός ἐστιν ὁ λόγος καὶ ἱκανὸς ἕκαστα διδάξαι
ὡς ἔχει. ἐν μὲν οὖν τῷ πρώτῳ βιβλίῳ ἔφην εἶναι τὴν κεφαλὴν πατέρα τοῦ ἰδόντος, ἐν δέ τῷ δευτέρῳ λέοντα εἶναι βασιλέα νόσον, καὶ ἐν τῷ περὶ θανάτου τοῖς πενομένοις τὸ ἀποθανεῖν χρηστὸν εἶναι καὶ λυσιτελὲς ἐπέδειξα. ἐπειδὰν οὖν πένης ἀνὴρ πατέρα ἔχων πλούσιον ὄναρ ὑπὸ
λέοντος τὴν κεφαλὴν ἀφῃρῆσθαι δόξῃ καὶ ἀποθανεῖν, 28 εἰκός ἐστι τὸν πατέρα αὐτοῦ ἀποθανόντα κληρονόμον αὐτὸν καταλείψειν, καὶ τοῦτον τὸν τρόπον ἄλυπος ἂν γένοιτο καὶ εὔπορος, οὔτε φορτικὸν ἔτι ἔχων τὸν πατέρα οὔτε ὑπὸ τῆς πενίας θλιβόμενος· ἔστι γὰρ ἡ μὲν κεφαλὴ
ὁ πατήρ, ἡ δέ ἀφαίρεσις ἡ στέρησις τοῦ πατρός, ὁ δὲ λέων ἡ νόσος, ἥν νοσήσας ὁ πατὴρ ἀποθάνοι ἄν ὁ δὲ θάνατος ἡ μεταβολὴ τοῦ βίου καὶ τὸ διὰ τὸν πλοῦτον ἀνενδεές. τοῦτον δὴ τὸ τρόπον καὶ ἐπὶ πάντων τῶν ποικίλων ὀνείρων χρὴ ποιεῖσθαι τὰς κρίσεις συνάγοντα καὶ ποιοῦντα καθʼ ἕκαστον τῶν κεφαλαίων σῶμα ἕν. χρὴ δὲ ἀποφαίνεσθαι μιμούμενον τοὺς θύτας, οἳ καὶ καθʼ ἓν τῶν σημείων
ἐπίστανται πρὸς τί ἕκαστον ἁρμόζει, καὶ τὰς ἀποφάσεις οὐδέν τι μᾶλλον ἐξ ἑνὸς ἑκάστου ἢ ἐκ πάντων ποιοῦνται. γένοιτο δὲ μετὰ πολλῆς εὐμενείας τοὺς ἐντυγχάνοντας ἐπιθυμῆσαι ἀναγνῶναι τὰ βιβλία καὶ μὴ πρὸ τοῦ ἀκριβῶς καταλαβεῖν ἐγκαλεῖν τι, ἐπεὶ τό γε ὅτι τοὺς
ἐπιμελῶς ἀναγνόντας οὐκ ἐάσει ἀποστῆναί ποτε τῶν λόγων τούτων τὰ βιβλία καὶ διομόσασθαι ἔχω.
καὶ οὐχὶ Ἐφεσίου ἐπιγέγραπται, ὥσπερ πολλὰ τῶν ἤδη εἰς ἄλλας πραγματείας πεποιημένων μοι βιβλίων· τὴν μὲν γὰρ Ἔφεσον συμβέβηκε καὶ αὐτὴν διʼ ἑαυτῆς περιώνυμον εἶναι καὶ πολλῶν καὶ ἀξιολόγων κηρύκων τετυχηκέναι, Δάλδις δὲ πόλισμα Λυδίας καὶ οὐ σφόδα ἐλλόγιμον
διὰ τὸ μὴ τοιούτων ἀνδρῶν τετυχηκέναι ἄγνωστον τὸ μέχρι εἰς ἡμᾶς μεμένηκε. διὸ θρεπτήρια οὔσῃ μοι πατρίδι πρὸς μητρὸς ταῦτα ἀποδίδωμι αὐτῇ.
Ονειροκριτικά. Artemidorus. ed. Roger A Pack. United States. 2016.
Funding provided by Harvard Library Arcadia Fund.