ιβ΄.
ὃν δὲ λόγον ἔχει ἁ ΑΒ ποτὶ τὰν ΒΕ, τοῦτον τὸν λόγον ἐχέτω τὸ △ΚΕΗ τραπέζιον ποτὶ τὸ Λ, κρεμάσθω δὲ τὸ △ΚΕΗ τραπέζιον ἐκ τοῦ ζυγοῦ κατὰ τὰ Ε, Η, τὸ δὲ Ζ χωρίον κρεμάσθω κατὰ τὸ Α, καὶ ἰσορροπείτω τῷ τραπεζίῳ οὕτως ἔχοντι ὡς νῦν ὑπόκειται. Θαμὶ δὴ τὸ Ζ τοῦ μὲν
Λ μεῖζον εἶμεν, τοῦ δὲ Μ ἔλασσον.
ἁ ΑΒ ποτὶ τὰν ΒΙ· δῆλον οὖν ὅτι τὸ △ΚΕΗ ποτὶ μὲν τὸ Λ μείζονα λόγον ἔχει ἢ ποτὶ τὸ Ζ, ποτὶ δὲ τὸ Μ ἐλάσσονα ἢ ποτὶ τὸ Ζ ὥστε τὸ Ζ τοῦ μὲν Λ μεῖζόν ἐστι, τοῦ δὲ Μ ἔλασσον.
Quadratura parabolae. Archimède. ed. Charles Mugler. United States. 2018.
Funding provided by Harvard Library.