καὶ Φωκίων δὲ πένης ᾖν. Ἀλεξάνδρου δὲ πέμψαντος αὐτῷ τάλαντα ἑκατὸν ἠρώτα ʽδιὰ τίνα αἰτίαν μοι δίδωσιν;ʼ ὡς δʼ εἶπον ὅτι μόνον αὐτὸν Ἀθηναίων ἡγεῖται καλὸν καὶ ἀγαθόν, ʽοὐκοῦνʼ ἔφη ʽἐασάτω με τοιοῦτον εἶναι.ʼ
Καὶ Ἐπαμεινώνδας δὲ ὁ Πολύμνιδος πένης ἦν. Ἰάσονος δὲ αὐτῷ πέμψαντος πεντήκοντα χρυσοῦς, ὃ δὲ ʽἀδίκωνʼ ἔφη ʽἄρχεις χειρῶν.ʼ δανεισάμενος δὲ παρά τινος τῶν πολιτῶν πεντήκοντα δραχμὰς ἐφόδιον ἐς Πελοπόννησον ἐνέβαλε. πυθόμενος δὲ τὸν ὑπασπιστὴν αὐτοῦ χρήματα εἰληφέναι παρά τινος τῶν αἰχμαλώτων ʽἐμοὶ μὲνʼ εἶπεν ʽἀπόδος τὴν ἀσπίδα, σεαυτῷ δὲ πρίω καπηλεῖον, ἐν ᾧ καταζήσεις· οὐ γὰρ ἔτι κινδυνεύειν ἐθελήσεις, πλούσιος γενόμενος.ʼ
Πελοπίδας δὲ ἐπιτιμώντων αὐτῷ τῶν φίλων ὅτι χρημάτων ἀμελεῖ πράγματος ἐς τὸν βίον λυσιτελοῦς, ʽνὴ τὸν Δίἀ εἶπε ʽλυσιτελές, ἀλλὰ Νικομήδει τούτῳ,ʼ δείξας χωλόν τινα καὶ ἀνάπηρον.
ὅτι Σκηπίων τέτταρα καὶ πεντήκονται ἔτη βιώσας οὐδὲν οὔτε ἐπρίατο οὔτε ἀπέδοτο· οὕτως ἄρα ὀλίγων ἐδεῖτο. ἀσπίδα δὲ αὐτῷ τινος ἐπιδείξαντος εὖ κεκοσμημένην εἶπεν ʽἀλλὰ τόν γε Ῥωμαῖον ἄνδρα προσήκει ἐν τῇ δεξιᾷ τὰς ἐλπίδας ἔχειν, ἀλλʼ οὐκ ἐν τῇ ἀριστερᾷ.ʼ
Ὅτι Ἐφιάλτης ὁ Σοφωνίδου πενέστατος ἦν. δέκα δὲ τάλαντα διδόντων αὐτῷ τῶν ἑταίρων, ὃ δὲ οὐ προσήκατο εἰπὼν ʽταῦτά με ἀναγκάσει αἰδούμενον ὑμᾶς καταχαρίσασθαί τι τῶν δικαίων, μὴ αἰδούμενον δὲ μηδὲ χαριζόμενον ὑμῖν ἀχάριστον δόξαι.ʼ
Varia Historia. Aelian. ed. Rudolf Hercher. Leipzig. 1866.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Google Digital Humanities Awards Program.