τεύχων ὡς ἑτέρῳ τις ἑῷ κακὸν ἥπατι τεύχει.
ἀλλά γε καὶ μετόπισθεν ἔχει κότον, ὄφρα τελέσσῃ,
ἐν στήθεσσιν ἑοῖσιν.
χρηστοῖσι δούλοις συμφορὰ τὰ δεσποτῶν
κακῶς πίτνοντα καὶ φρενῶν ἀνθάπτεται.
νομὰς τέ τις κεροῦσσʼ ἀπʼ ὀρθίων πάγων
καθεῖρπεν ἔλαφος·
ἄρασα μύξας καὶ κερασφόρους
στόρθυγγας εἷρφʼ ἕκηλος.
ἔλαφον δʼ Ἀχαιῶν χερσὶν ἐνθήσω φίλαις
κεροῦσσαν, ἣν σφάζοντες αὐχήσουσι σὴν
σφάζειν θυγατέρα.
ἦλθεν δʼ
ἐπὶ χρυσόκερων ἔλαφον, μεγάλων
ἄθλων ἕνα δεινὸν ὑποστάς,
κατʼ ἔναυλʼ ὀρέων ἀβάτους ἐπί τε
λειμῶνας ποίμνιά τʼ ἄλση.
Εὐρυσθέος ἔντὐ ἀνάγκα πατρόθεν
χρυσόκερων ἔλαφον θήλειαν ἄξονθʼ.
οἷά τε νεβρὸν νεοθηλέα
γαλαθηνόν, ὅς τʼ ἐν ὕλῃ κεροέσσης
ὑπολειφθεὶς ὑπὸ μητρὸς ἐπτοήθη.
De Natura Animalium. Aelian. ed. Rudolf Hercher. Leipzig. 1864.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Google Digital Humanities Awards Program.