ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή.
ἀμαθὴς γὰρ ἔφυς κοὐ πολυπράγμων, οὐδʼ Αἴσωπον πεπάτηκας,
ὃς ἔφασκε λέγων κορυδὸν πάντων πρώτην ὄρνιθα γενέσθαι,
προτέραν τῆς γῆς, κἄπειτα νόσῳ τὸν πατέρʼ αὐτῆς ἀποθνήσκειν·
γῆν δʼ οὐκ εἶναι, τὸν δὲ προκεῖσθαι πεμπταῖον. τὴν δʼ ἀποροῦσαν
ὑπʼ ἀμηχανίας τὸν πατέρʼ αὐτῆς ἐν τῇ κεφαλῇ κατορύξαι.
τοίου γὰρ σθένος ἐσθλὸν ἀπώλεσαν ἡνιόχοιο
ἠπίου, ὃς σφῶιν μάλα πολλάκις ὑγρὸν ἔλαιον
χαιτάων κατέχευε, λοέσσας ὕδατι λευκῷ.
τὴν δʼ ἵππος ἁβρὴ χαιτέεσσʼ ἐγείνατο,
ἣ δούλἰ ἔργα καὶ δύην περιτρέπει·
κοὔτʼ ἂν μύλης ψαύσειεν, οὔτε κόσκινον
ἄρειεν, οὔτε κόπρον ἐξ οἴκου βάλοι,
οὔτε πρὸς ἰπνὸν ἀσβόλην ἀλευμένη
ἵζοιτʼ. ἀνάγκῃ δʼ ἄνδρα ποιεῖται φίλον.
λοῦται δὲ πάσης ἡμέρας ἄπο ῥύπον
δίς, ἄλλοτε τρίς, καὶ μύροις ἀλείφεται.
αἰεὶ δὲ χαίτην ἐκτενισμένην φορεῖ
βαθεῖαν, ἀνθέμοισιν ἐσκιασμένην.
καλὸν μὲν οὖν θέημα τοιαύτη γυνὴ
ἄλλοισι, τῷ δʼ ἔχοντι γίγνεται κακόν,
ἢν μή τις ἢ τύραννος ἢ σκηπτοῦχος ᾖ,
ὅς τοῖς τοιούτοις θυμὸν ἀγλαΐζεται.
ἔκλυον ὡς Λιβύης Ψύλλων γένος οὔτε τι θηρῶν
αὐτοὶ κάμνουσιν μυδαλέῃσι τυπαῖς,
οὓς Σύρτις βοσκεῖ θινοτρόφος, εὖ δὲ καὶ ἄλλοις
ἀνδράσιν ἤμυναν τύμμασιν ἀχθομένοις,
οὐ ῥίζας ἄρδοντες, ἑῶν δʼ ἀπὸ σύγχροα γυίων
πολλὰ μὲν ἀμφιπρόσωπα καὶ ἀμφίστερνα φύεσθαι,
βουγενῆ ἀνδρόπρῳρα, τὰ δʼ ἔμπαλιν ἐξανατέλλειν
ἀνδροφυῆ βούκρανα μεμιγμένα τῇ μὲν ἀπʼ ἀνδρῶν,
τῇ δὲ γυναικοφυῆ θιμβροῖς ἠσκημένα γυίοις.
De Natura Animalium. Aelian. ed. Rudolf Hercher. Leipzig. 1864.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Google Digital Humanities Awards Program.