ἀλλʼ ἐπέμψαμεν
τρισχιλίους ἱέρακας ἱπποτοξότας.
χωρεῖ δὲ πᾶς τις ὄνυχας ἠγκυλωμένος
κερχνῂς τριόρχης γὺψ κύμινδις αἰετός.
ἐν θήρεσσι λέοντες ὀρειλεχέες χαμαιεῦναι
γίνονται, δάφναι δʼ ἐνὶ δένδρεσιν ἠυκόμοισιν.
οὐρὰν δʼ ὑπίλλασʼ ὑπὸ λεοντόπουν βάσιν
καθίζετο.
καὶ γὰρ ἐγὼ γένος εἰμὶ Σελήνης ἠυκόμοιο,
ἣ δεινὸν φρίξασʼ ἀπεσείσατο θῆρα λέοντα
ἐν Νεμέᾳ, ἀνάγουσʼ αὐτὸν διὰ πότνιαν Ἥραν.
οἷα παίζουσιν φίλαι
παρθένοι Λυδῶν κόραι
κοῦφα πηδῶσαι κόμαν,
κἀνακρούουσαι χεροῖν,
Ἐφεσίαν παρʼ Ἄρτεμιν
καλλίσταν, καὶ τοῖν ἰσχίοιν
τὸ μὲν κάτω τὸ δʼ αὖ
εἰς ἄνω ἐξαίρουσα, οἷα κίγκλος ἅλλεται.
φέρε νῦν σοι
ἐξ αἰθρίας καταπυγοσύνην μυὸς ἀστράψω Ξενοφῶντος.
τελέως δὲ μʼ ὑπῆλθεν ἡ κατάρατος μαστροπὸς
ἐπομνύουσα τὰν Κόραν τὰν Ἄρτεμιν
τὰν Φερρέφατταν ὡς δάμαλις, ὡς παρθένος,
ὡς πῶλος ἀδμής. ἣ δʼ ἄρʼ ἦν μυωνία.
μῦς λευκὸς ὅταν αὐτήν τις ʽἀλλʼ αἰσχύνομαι
λέγεινʼ, κέκραγε τηλικοῦτον εὐθὺς ἡ
κατάρατος, ὥστʼ οὐκ ἔστι πολλάκις λαθεῖν.
ἀθανάτων πομπαῖσιν Ἀρίονα Κυκλέος υἱὸν
ἐκ Σικελοῦ πελάγους σῶσεν ὄχημα τόδε.
ὕψιστε θεῶν,
πόντιε, χρυσοτρίαινε Πόσειδον,
γαιήοχʼ, ἐγκύμονʼ ἀνʼ ἅλμαν·
βραγχίοις περὶ δὲ σὲ πλωτοὶ
θῆρες χορεύουσι κύκλῳ, κούφοισι ποδῶν
ῥίμμασιν ἐλάφρʼ ἀναπαλλόμενοι σιμοὶ φριξαύχενες ὠκυδρόμοι
σκύλακες, φιλόμουσοι
δελφῖνες, ἔναλα θρέμματα κουρᾶν Νηρεΐδων θεᾶν,
ἃς ἐγείνατʼ Ἀμφιτρίτα· οἵ μʼ εἰς Πέλοπος γᾶν ἐπὶ Ταιναρίαν
ἀκτὰν ἐπορεύσατε πλαζόμενον Σικελῷ ἐνὶ πόντῳ,
κυρτοῖσι νώτοις ὀχέοντες,
ἄλοκα Νηρεΐας πλακὸς τέμνοντες, ἀστιβῆ πόρον, φῶτες δόλιοι
ὥς μʼ ἀφʼ ἁλιπλόου γλαφυρᾶς νεὼς
εἰς οἶδμʼ ἁλιπόρφυρον λίμνας ἔριψαν.
De Natura Animalium. Aelian. ed. Rudolf Hercher. Leipzig. 1864.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by Google Digital Humanities Awards Program.