ΠΡΟΣ ΜΟΥΣΙΚΟΥΣ
Ἀλριστόξενον τὸν Σπινθάρου λέγομεν εἶναι μουσικόν, καθʼ ἕτερον δὲ ἡ περὶ ὀργανικὴν ἐμπειρία, ὡς ὅταν τοὺς μέν
αὐλοῖς καὶ ψαλτηρίοις χρωμένους μουσικοὺς ὀνομάζωμεν, τὰς δέ ψαλτρίας μουσικάς. ἀλλὰ κυρίως κατ᾿ αὐτὰ τὰ σημαινόμενα καὶ παρὰ πολλοῖς λέγεται μουσική·
χρηστικώτερον δὲ ἐνίοτε προσαγορεύειν εἰώθαμεν τῷ αὐτῷ ὀνόματι καὶ τὴν ἔν τινι πράγματι κατόρθωσιν. οὕτω
γοῦν μεμουσωμένον τι ἔργον φαμέν, κἂν ζωγραφίας μέρος ὑπάρχῃ, καὶ μεμουσῶσθαι τὸν ἐν τούτῳ κατορθώσαντα ζωγράφον.
τῆς μουσικῆς, πρόκειται νῦν ποιεῖσθαι τὴν ἀντίρρησιν οὐ μὰ Δία πρὸς ἄλλην τινὰ ἢ πρὸς τὴν κατὰ τὸ πρῶτον
νοουμένην σημαινόμενον αὕτη γὰρ καὶ ἐντελεστάτη παρὰ τὰς ἄλλας μουσικὰς δοκεῖ καθεστηκέναι.
ῥήσεως, καθάπερ καὶ ἐπὶ γραμματικῆς, διττόν ἐστι | τὸ εἶδος. οἱ μέν οὖν δογματικώτερον ἐπεχείρησαν διδάσκειν ὅτι οὐκ ἀναγκαῖόν ἐστι μάθημα πρὸς εὐδαιμονίαν μου-
σική, ἀλλὰ βλαπτικὸν μᾶλλον, καὶ τοῦτο δείκνυσθαι ἔκ τε τοῦ διαβάλλεσθαι τὰ πρὸς τῶν μουσικῶν λεγόμενα
καὶ ἐκ τοῦ τοὺς προηγουμένους λόγους ἀνασκευῆς ἀξιοῦ- σθαι·
τος χαρακτῆρα κεφαλαιωδέστερον ἐφοδεύσομεν (§§ 19 — 37 et 38— 67), μήτε ἐν τοῖς παρέλκουσιν ὑπερεκπίπτον- τες εἰς μακρὰς διεξόδους μήτε ἐν τοῖς ἀναγκαμιοτέροις ὑστεροῦντες πρὸς τὴν τῶν ἐπειγόντων ἔκθεσιν, ἀλλὰ μέ- σην καὶ μεμετρημένην κατὰ τὸ δυνατὸν ποιούμενοι τὴν
διδασκαλίαν.
δεχόμεθα τὴν μουσικήν, ὅτι οὐ βιαστικώτερον ἐπιτάτ-
τουσα ἡμῖν ἀλλὰ μετὰ θελγούσης τινὸς πειθοῦς τῶν αὐ- τῶν ἀποτελεσμάτων περιγίνεται ὧνπερ καὶ ἡ φιλοσοφία.
ῄνεσε τῷ συνεπικωμάζοντι τούτοις αὐλητῇ τὸ σπονδεῖον αὐτοῖς ἐπαυλῆσαι μέλος τοῦ δέ τὸ προσταχθὲν ποιή- σαντος οὕτως αἰφνίδιον μεταβαλεῖν σωυφρονισθέντας ὡς εἰ καὶ τὴν ἀρχὴν ἔνηφον.
στρατηγούσης αὐτῶν ἐπολέμουν. καὶ οἱ ταῖς Σόλωνος χράμενοι παραινέσεσι πρὸς αὐλὸν καὶ λύραν παρε τάσ-
σοντο, ἔνρυθμον ποιούμενοι τὴν ἐνόπλιον κίνησιν.
ἀνδρείαν δέ προτρέπει τοὺς δειλοτέρους, οὕτω καὶ παρη-
γορεῖ τούς ὑπʼ ὀργῆς ἐκκαιομένους. ὁρῶμεν γοῦν ὡς καὶ ὁ παρὰ τῷ ποιητῇ μηνίων Ἀχιλλεὺς καταλαμβάνεται ὑπὸ τῶν ἐξαποσταλέντων πρεσβευτῶν (l 186)
καὶ μὴν διʼ ἔθους ἦν καὶ τοῖς ἄλλοις ἥρωσιν,
φύλακας καὶ σωφρονιστῆρας τῶν γυναικῶν αὑτῶν ἀπο- λείπειν τοὺς μουσικούς. Κλυταιμνήστρᾳ γέ τοι παρῆν ἀοιδός, ᾧ πολλὰ ἐπέτελλεν Ἀγαμέμνων περὶ τῆς κατὰ
ταύτην σωφροσύνης.
φθειρεν, προτρεψάμενος αὐτὴν ἐπιθέσθαι τῇ ἀρχῇ τοῦ Ἀγαμέμνονος.
θάπερ καὶ Πλάτων, τὸν σοφὸν ὅμοιόν φασιν εἶναι τῷ μουσικῷ, τὴν ψυχὴν ἡρμοσμένην ἔχοντα. καθὸ καὶ Σω- κράτης καίπερ βαθυγήρως ἤδη γεγονὼς οὐκ ᾐδεῖτο πρὸς
Λάμπωνα τὸν κιθαριστὴν φοιτῶν, καὶ πρὸς τὸν ἐπὶ τού- τῳ ὀνειδίσαντα λέγειν ὅτι κρεῖττόν ἐστιν ἀψιμαθῆ μᾶλλον
| ἢ ἀμαθῆ διαβάλλεσθαι.
κωμῳδίας ποιητής, λέγων (Teleclid. f. 1 Kock et Ari- stoph. nub. 963)
μουσικὴ μερίζουσα καὶ ἐπῳδὸν παρέχουσα, χρειώδης γε-
νήσεται ἡ μουσική. ἀμέλει γέ τοι καὶ οἱ ποιηταὶ μελο- ποιοὶ λέγονται, καὶ τὰ Ὁμήρου ἔπη τὸ πάλαι πρὸς λύραν ᾔδετο.
οὕτω λεγόμενα· (Eurip. fr. 839 Nauck)
φύσει τῶν μελῶν τὰ μὲν εἶναι διεγερτικὰ τῆς ψυχῆς τὰ δὲ κατασταλτικά. παρὰ γὰρ τὴν ἡμετέραν δόξαν τὸ τοι- οῦτο γίνεται. ὥσπερ γὰρ ὁ τῆς βροντῆς κτύπος, καθὰ φασιν Ἐπικουρείων παῖδες, οὐ θεοῦ τινος ἐπιφάνειαν ση-
μαίνει ἀλλὰ τοῖς ἰδιώταις καὶ δεισιδαίμοσι τοιοῦτος εἶναι
δοξάζεται,
τοῖά ἐστι τὰ δέ τοῖα, ἀλλʼ ὑφʼ ἡμῶν προσδοξάζεται. τὸ
αὐτὸ γοῦν μέλος τῶν μὲν ἵππων διεγερτικόν ἐστι, τῶν δὲ ἀνθρώπων ἐν θεάτροις ἀκουόντων οὐδαμῶς. καὶ τῶν ἵππων δέ τάχα οὐ διεγερτικόν ἐστιν ἀλλὰ ταρακτικόν. εἶτα κἂν τοιαῦτα ᾖ τὰ τῆς μουσικῆς μέλη,
καὶ ἡ μουσικὴ βιωφελὴς καθέστηκεν. οὐ γὰρ ὅτι δύναμιν
ἔχει σωφρονιστικήν, καταστέλλει τὴν διάνοιαν, ἀλλὰ ᾗ περισπαστικήν παρὸ καὶ ἡσυχασθέντων πως τῶν τοιού- των μελῶν πάλιν ὁ νοῦς, ὡς ἂν μὴ θεραπευθεὶς ὑπʼ αὐ- τῶν, ἐπὶ τὴν ἀρχῆθεν ἀνακάμπτει διάνοιαν.
τρόπον ὁ ὕπνος ἢ ὁ οἶνος οὐ λύει τὴν λύπην ἀλλʼ ὑπερ-
τίθεται, κάρον ἐμποιῶν καὶ ἔκλυσιν καὶ λήθην, οὕτω τὸ ποιὸν μέλος οὐ καταστέλλει λυπουμέ ην ψυχὴν ἢ περὶ ὀργὴν σεσοβημένην τὴν διάνοιαν, ἀλλʼ εἴπερ, περισπᾷ.
τας ἀκαίρως σωφρονίζειν βουλόμενος ἀλλὰ μὴ ἐκκλίνων·
9
εἶτα καὶ τούτῳ τῷ τρόπῳ ἐπανορθούμενος αὐτοὺς ὁμο- λογεῖ πλεῖόν τι δύνασθαι τῶν φιλοσόφων πρὸς ἐπανόρθω- |σιν ἠθῶν τούς αὐλητάς.
αὐλὸν καὶ λύραν πολεμεῖν τοῦ μικρῷ πρότερον εἰρημένου
τεκμήριόν ἐστιν, ἀλλ οὐχὶ τοῦ βιωφελῆ τυγχάνειν τὴν μουσικήν. καθάπερ δ᾿ οἱ ἀχθοφοροῦντες ἢ ἐρέσσοντες ἢ ἄλλο τι τῶν ἐπιπόνων δρῶντες ἔργων κελεύουσιν εἰς τὸ
ἀνθέλκειν τὸν νοῦν ἀπὸ τῆς κατὰ τὸ ἔργον βασάνου, οὕτω καὶ 〈οἱ〉 αὐλοῖς σάλπιγξιν ἐν πολέμοις χρώμενοι οὐ διὰ
τὸ ἔχειν τι τῆς διανοίας ἐπεγερτικὸν τὸ μέλος καὶ ἀνδρι- κοῦ λήματος αἴτιον ὑπάρχειν τοῦτο ἐμηχανήσαντο, ἀλλʼ ἀπὸ τῆς ἀγωνίας καὶ ταραχῆς ἀνθέλκειν ἑαυτούς σπου-
δάσαντες, εἴγε καὶ στρόμβοις τινές τῶν βαρβάρων βουκι- νίζοντες καὶ τυμπάνοις κτυποῦντες πολεμοῦσιν ἀλλʼ οὐδὲν τούτων ἐπʼ ἀνδρείαν προτρέπεται.
ἐπὶ τοῦ μηνίοντος Ἀχιλλέως· καίτοι ἐρωτικοῦ ὄντος καὶ ἀκρατοῦς οὐ παράδοξον τὴν μουσικὴν σπουδάζεσθαι.
Δίʼ, ἀλλὰ καὶ οἱ ἥρωες τὰς ἑαυτῶν γυναῖκας ᾠδοῖς τισὶν ὡς σώφροσι φύλαξι παρακατετίθεντο, καθάπερ ὁ Ἀγα-
μέμνων τὴν Κλυταιμνήστραν. ταῦτα δὲ ἤδη μυθολογούν- των ἐστὶν ἀνδρῶν, εἶτα καὶ παρὰ πόδας αὑτοὺς διε- λεγχόντων· πῶς γάρ, εἴπερ μουσικὴ περὶ τῆς τῶν παθῶν
ἐπανορθώσεως ἐπιστεύετο, τὸν μὲν Ἀγαμέμνονα ἡ Κλυ- ταιμνήστρα ἐπὶ τῆς ἰδίας ἑστίας κατέκτανεν ὥσπερ βοῦν
ἐπὶ φάτνῃ (Hom. λ 41 1), εἰς δέ τούς Ὀδυσσέως οἴκους ἡ Πηνελόπη ὄχλον ἄσωτον ἐπιδέχεται μειρακίων, ἀεὶ δέ τὰς ἐπιθυμίας αὐτῶν ἐλπιδοκοποῦσα καὶ παρούξουσα
μοχθηρότερον καὶ χαλεπώτερον τῆς ἐπὶ Ἴλιον στρατείας τὸν ἐν Ἰθάκῃ πόλεμον ἤγειρε τῷ γήμαντι;
εἰ [οὔτε] οἱ περὶ τὸν Πλάτωνα μουσικὴν ἀπεδέξαντο, ῥη- τέον [οὐ] πρὸς εὐδαιμονίαν αὐτὴν συντείνειν, ἐπεὶ καὶ ἄλ- 10 11
λοι μὴ λειπόμενοι τῆς τούτων ἀξιοπιστίας, καθάπερ οἱ
περὶ τὸν Ἐπίκουρον, ἠρνήσαντο ταύ |την τὴν ἀντιποίησιν, λέγοντες τοὐναντίον αὐτὴν ἀσύμφορον εἶναι καὶ (Eurip. fr. 184 Nauck)
κοντες αὐτῇ πρὸς εὐχρηστίαν, ἐπείπερ δύναται μέν τις, ὡς καὶ ἐν τῷ πρὸς τοὺς γραμματικοὺς (M I 277 sq. 298) ἐλέγομεν, ἀνωφελῆ διδάσκειν τὴν ποιητικήν, οὐδὲν δὲ ἔλαττον κἀκεῖνο δεικνύναι ὅτι ἡ μὲν μουσικὴ περὶ μέλος
καταγινομένη μόνον τέρπειν πέφυκεν, ἡ δέ ποιητικὴ καὶ
περὶ διάνοιαν καταγίνομένη δύναται συνωφελεῖν τε καὶ σωφρονίζειν.
ἐστὶ χρειώδης, ἤτοι κατὰ τοῦτο λέγεται χρειοῦν παρόσον
〈ὁ〉 μουσικευσάμενος πλεῖον παρὰ τοὺς ἰδιώτας τέρπεται πρὸς μουσικῶν ἀκροαμάτων, ἢ παρόσον οὐκ ἔστιν ἀγα- θούς γενέσθαι μὴ προπαιδευθέντας ὑπʼ αὐτῶν,
φιλοσοφίαν πραγμάτων εἰδήσεως, ὁποῖόν τι καὶ περὶ γραμ- ματικῆς ἀνώτερον (M I 300?) ἐλέγομεν· ἢ τῷ κατὰ ἁρμο-
νίαν διοικεῖσθαι τὸν κόσμον, καθὼς φάσκουσι Πυθαγο- ρικῶν παῖδες, δέεσθαί τε ἡμᾶς τῶν μουσικῶν θεωρημά- των πρὸς τὴν τῶν ὅλων εἴδησιν, ἢ τῷ τὰ ποιὰ μέλη
ἠθοποιεῖν τὴν ψυχήν.
γοιτ᾿ ἂν χρειοῦν ἡ μουσική. πρῶτον μέν γὰρ οὐκ ἀναγ- καία ἰδιώταις ἡ τέρψις καθάπερ αἱ ἐπὶ λιμῷ ἢ δέψει ἢ
κρύει γινόμεναι ὑπὸ πόματος ἢ ἀλέας·
ἀναγκαίων ὑπάρχωσι, δυνάμεθα χωρὶς μουσικῆς ἐμπει- ρίας αὐτῶν ἀπολαύειν. νήπια γοῦν ἐμμελοῦς μινυρίσματος κατακούοντα κοιμίζεται, καὶ τὰ ἄλογα τῶν ζῴων ὑπὸ
αὐλοῦ καὶ σύριγγος κη |λεῖται, οἵ τε δελφῖνες, ὡς λόγος,
αὐλῶν μελῳδίαις τερπόμενοι προσνήχονται τοῖς ἐρεσσο- μένοις σκάφεσιν ὧν οὐδὲ ὁπότερον ἔοικε μουσικῆς ἔχειν ἐμπειρίαν ἢ ἔννοιαν.
οἴνου γευσάμενοι, ὧδε καὶ χωρὶς μουσικῆς ἡσθείημεν ἂν
τερπνοῦ μέλους ἀκούσαντες, τοῦ μὲν ὅτι τεχνικῶς γίνεται 〈τοῦ τεχνίτου〉 μᾶλλον παρὰ τὸν ἰδιώτην ἀντιλαμβανομέ- νου, τοῦ δέ ἡστικοῦ πάθους μηδὲν πλείω κερδαίνοντος.
ἐπὶ πλεῖον τέρπεσθαι συμβέβηκεν. καὶ μὴν οὐδὲ τῷ προ-
οδοποιεῖν τὴν ψυχὴν εἰς σοφίαν· ἀνάπαλιν γὰρ ἀντικόπτει καὶ ἀντιβαίνει πρὸς τὸ τῆς ἀρετῆς ἐφίεσθαι, εὐαγώγους εἰς ἀκολασίαν καὶ λαγνείαν παρασκευάζουσα τοὺς νέους,
αὐτὴν χρειῶδες, ὡς αὐτόθεν ἐστὶ συμφανές. λείπεται ἄρα τῷ καθʼ ἁρμονίαν τὸν κόσμον διοικεῖσθαι ἢ τῷ ἠθο- ποιοῖς μέλεσι κεχρῆσθαι χρειώδη πρὸς εὐδαιμονίαν λέ- γειν αὐτὴν τυγχάνειν. ὧν τὸ μέν τελευταῖον ἤδη (§ 28) 14 15
διαβέβληται ὡς οὐχ ὑπάρχον ἀληθές,
ἀντιρρήσεως τοιουτότροπόν ἐστιν,
|τῆς μουσικῆς ἀρχῶν καθαπτόμενον πραγματικωτέρας μᾶλλον ἔχεται ζητήσεως. οἷον ἐπεὶ ἡ μουσικὴ ἐπιστήμη τίς ἐστιν ἐμμελῶν τε καὶ ἐκμελῶν ἐνρύθμων τε καὶ ἐκ- ρύθμων, πάντως ἐὰν δείξωμεν ὅτι οὔτε τὰ μέλη ὑποστατά
ἐστιν οὔτε οἱ ῥυθμοὶ τῶν ὑπαρκτῶν πραγμάτων τυγχά- νουσιν, ἐσόμεθα παρεστακότες καὶ τὴν μουσικὴν ἀνυπό- στατον. λέγωμεν δέ πρῶτον περὶ μελῶν καὶ τῆς τούτων ὑποστάσεως, μικρὸν ἄνωθεν κσταρξάμενοι.
Ὅρος φωνῆς
δοίη, τὸ ἴδιον αἰσθητὸν ἀκοῆς καθάπερ γὰρ μόνης ὁρά-
σεως ἔργον ἐστὶ τὸ χρωμάτων ἀντιλαμβάνεσθαι καὶ μό- νης ὀσφρήσεως τὸ εὐωδῶν καὶ δυσωδῶν ἀντιποιεῖσθαι καὶ ἤδη γεύσεως τὸ γλυκέων ἢ πικρῶν αἰσθάνεσθαι, οὕτω γένοιτʼ ἂν ἴδιον αἰσθητὸν ἀκοῆς ἡ φωνή.
φωνῆς ἡ μέν τίς ἐστιν ὀξεῖα ἡ δὲ βαρεῖα, μεταφορικώ-
τερον ἀπὸ τῶν περὶ τὴν ἁφὴν αἰσθητῶν ἑκατέρου τούτων λαμβάνοντος τὴν προσηγορίαν καθάπερ γὰρ τὸ κεντοῦν καὶ τέμνον τὴν ἁφὴν ὀξὺ προσηγόρευσεν ὁ βίος καὶ τὸ θλάσιν ἐμποιοῦν καὶ πιέζον βαρύ, τὸν αὐτὸν τρόπον καὶ
τῆς φωνῆς τὴν μέν οἱονεὶ τέμνουσαν τὴν ἀκοὴν ὀξεῖαν, τὴν δὲ ὥσπερ θλῶσαν βαρεῖαν.
τὴν ἁφὴν ἐχρησάμεθά τισι μεταφοραῖς. ὅταν μὲν οὖν ἐπʼ ἴσης ἐκφέρηται ἡ φωνὴ καὶ ὑπὸ μίαν τάσιν, ὡς μηδένα
περισπασμὸν γίνεσθαι τῆς αἰσθήσεως ἤτοι ἐπὶ τὸ βαρύ- τερον ἢ τὸ ὀξύτερον, τότε ὁ τοιοῦτος ἦχος φθόγγος κα-
λεῖται, παρὸ καὶ οἱ μουσικοὶ ὑπογράφοντές φασι
Ὅρος φθόγνου
φωνοι, καὶ ὁμόφωνοι μέν οἱ μὴ διαφέροντες ἀλλήλων κατ᾿ ὀξύτητα καὶ βαρύτητα, οὐχ ὁμόφωνοι δέ οἱ μὴ οὕτως ἔχοντες.
τινές μέν ὀξεῖς τινές δέ βαρεῖς καλοῦνται, καὶ πάλιν τῶν οὐχ ὁμοφώνων οἱ μὲν διάφωνοι προσαγορεύονται οἱ δὲ σύμφωνοι, καὶ διάφωνοι μέν οἱ ἀνωμάλως καὶ διεσπασμέ- νως τὴν ἀκοὴν κινοῦντες, σύμφωνοι δέ οἱ ὁμαλώτερον καὶ
ἀμερίστως.
νους ἰδίωμα τῇ ἀπὸ τῶν πρὸς γεῦσιν ποιοτήτων μετα- βάσει χρησαμένων ἡμῶν. ὥσπερ τοίνυν τῶν γευστῶν τὰ μὲν τοιαύτην ἔχει κρᾶσιν ὥστε μονοειδῶς καὶ λείως κι- νεῖν τὴν αἴσθησιν, ὁποῖον τὸ οἰνόμελι καὶ ὑδρόμελι, τὰ
δέ οὐχ ὡσαύτως οὐδὲ ὁμοίως, καθάπερ τὸ ὀξύμελι (ἑκά- τερον γὰρ τούτων τῶν μιγμάτων τὴν ἴδιον ἐντυποῖ ποιό- τητα τῇ γεύσει), οὕτω τῶν φθόγγων διάφωνοι μέν εἰσιν οἱ ἀνωμάλως τὴν ἀκοὴν καὶ διεσπασμένως κινοῦντες, σύμφωνοι δὲ οἱ ὁμαλώτεροι. ἀλλὰ γὰρ ἡ μὲν διαφορὰ τῶν
φθόγγων τοιαύτη τίς ἐστι παρὰ μουσικοῖς·
δέ τινα πρὸς τούτων διαστήματα, καθʼ ὁ καὶ ἡ φωνὴ κινεῖται ἤτοι ἐπὶ τὸ ὀξύτερον ἀναβαίνουσα ἤ ἐπὶ τὸ βα- ρύτερον ἀνιεμένη. παρʼ ἣν αἰτίαν κατὰ τὸ ἀνάλογον τῶν διαστημάτων τούτων τὰ μέν σύμφωνα τὰ δὲ διάφωνα
προσηγόρευται,
δίεσις, δεύτερον δὲ τὸ ἡμιτόνιον, ὅ ἐστι διπλοῦν τῆς διέ- σεως, τρίτον ὁ τόνος, ὅς ἐστι διπλασίων τοῦ ἡμιτονίου.
ἔστι τι γένος μελῳδίας. καθὰ γὰρ τῶν ἀνθρωπίνων ἦθῶν
|τινὰ μέν ἐστι σκυθρωπὰ καὶ στιβαρώτερα, ὁποῖα τὰ τῶν ἀρχαίων ἱστοροῦσιν, τὰ δὲ εὐένδοτα πρὸς ἔρωτας καὶ οἰνοφλυγίας καὶ ὀδυρμοὺς καὶ οἰμωγάς, οὕτω τὶς μέν με- λῳδία σεμνά τινα καὶ ἀστεῖα ἐμποιεῖ τῇ ψυχῇ κινήματα,
τὶς δέ ταπτεινότερα καὶ ἀγεννῆ.
μὲν ἁρμονικὸν μέλος τῶν μελῳδουμένων ἀδιαίρετόν ἐστι,
τὸ δὲ διάτονον καὶ τὸ χρῶμα εἰδικωτέρας τινὰς εἰχε διαφο- ράς, δύο μὲν τὸ διάτονον, τήν τε τοῦ μαλακοῦ διατόνου κα- λουμένην καὶ τὴν τοῦ συντόνου, τρεῖς δέ τὸ χρῶμα· τὸ μὲν γάρ τι αὐτοῦ τονικὸν καλεῖται τὸ δὲ ἡμιτόνιον τὸ δὲ
μαλακόν.
ἐρεῖ τις ὅτι οὐκ εἰσὶ φθόγγοι; ἐκ τοῦ φωνὴν αὐτοὺς κατὰ γένος ὑπάρχειν, φήσομεν, καὶ τὴν φωνὴν ἀνύπαρκτον ἡμῖν ἐν τοῖς σκεπτικοῖς ὑπομνήμασι δεδεῖχθαι ἀπὸ τῆς τῶν δογματικῶν μαρτυρίας.
ὅθεν καὶ τὴν φωνὴν μὴ οὖσαν πάθος, ἀλλὰ πάθους ποιη- τικήν, μὴ γίγνεσθαι τῶν ὑπαρκτῶν. οἵ |γέ τοι περὶ τὸν
Δημόκριτον καὶ Πλάτωνα πᾶν αἰσθητὸν ἀναιροῦντες συν- αναιροῦσι καὶ τὴν φωνήν, αἰσθητόν τι δοκοῦσαν πρᾶγμα ὑπάρχειν.
ἢ ἀσώματον οὔτε δὲ σῶμά ἐστιν, ὡς οἱ Περιπατητικοὶ
διὰ πολλῶν διδάσκουσιν, οὔτε ἀσώματος, ὡς οἱ ἀπὸ τῆς Στοᾶς οὐκ ἄρα ἔστι φωνή.
οὐδὲ τὰ αἰσθητά· πρὸς αἰσθήσει γὰρ ἡ τούτων ὑπόστα-
σις νοεῖται. εἰ δὲ μὴ αἰσθητά, οὐδὲ φωνή εἶδος γάρ τι τῶν αἰσθητῶν ὑπῆρχεν. ἀλλὰ μὴν οὐδέν ἐστι ψυχή, καθ- ὼς ἐν τοῖς περὶ αὐτῆς ὑπομνήμασιν ἐδείκνυμεν· οὐκ ἄρα ἔστι φωνή.
νον γίνεται, οὐδέπω δʼ ἔστιν, ὥσπερ οὐδὲ οἰκία γινομένη ἢ ναῦς καὶ ἄλλα παμπληθῆ εἶναι λέγεται. τοίνυν οὐθέν
ἐστι φωνή.
φθόγγος ἔστιν, ὃς ἐλέγετο (§ 42) φωνῆς πτῶσις ὑπὸ μίαν τάσιν· φθόγγου δέ μὴ ὄντος οὐδὲ διάστημα μουσι-
κὸν καθέστηκεν, οὐ συμφωνία, οὐ μελῳδία, οὐ τὰ ἐκ τούτων γένη. διὰ τοῦτο οὐδέ μουσική· ἐπιστήμη γὰρ ἐλέγετο ἐμμελῶν τε καὶ ἐκμελῶν.
ποιίας ἀπορίαν ἀνυπόστατος καθέστηκεν ἡ μουσική. εἰ
|γὰρ μηδέν ἐστι ῥυθμός, οὐδὲ ἐπιστήμη τις ἔσται περὶ ῥυθμοῦ ἀλλὰ μὴν οὐδέν ἐστι ῥυθμός, ὡς παραστήσομεν· οὐκ ἄρα ἔστι τις ἐπιστήμη περὶ ῥυθμοῦ.
λάκις εἰρήκαμεν, ῥυθμὸς σύστημά ἐστιν ἐκ ποδῶν, ὁ δέ
ποῦς τὸ συνεστὼς ἐξ ἄρσεως καὶ θέσεως· ἡ δὲ ἆρσις καὶ ἡ θέσις ἐν ποσότητι χρόνου θεωρεῖται, ὧν τινὰς μέν ἐπεῖχεν ἡ θέσις τινὰς δὲ ἡ ἆρσις χρόνους. καθάπερ 〈γὰρ〉 ἐκ μὲν στοιχείων συλλαβαὶ ἐκ δὲ συλλαβῶν λέξεις συντίθενται, οὕτως ἐκ μέν τῶν χρόνων οἱ πόδες ἐκ δέ
τῶν ποδῶν οἱ ῥυθμοὶ γίνονται [ἐξ ἐκείνων τὴν σύστασιν λαμβάνοντες].
νοντες. ᾧ ἀκολουθήσει τὸ μηδὲ ἐπιστήμην εἶναί τινα περὶ ῥυθμούς. πῶς οὖν; ὅτι οὐδέν ἐστι χρόνος, ἤδη μὲν παρε-
στήσαμεν ἐν τοῖς Πυρρωνείοις, οὐδὲν δέ ἧττον καὶ τὰ νῦν παραστήσομεν ἐπὶ ποσόν.
ἤτοι πεπέρασται ἢ ἄπειρός ἐστιν. οὔτε δέ πεπέρασται, ἐπεὶ ἐροῦμέν ποτε γεγονέναι χρόνον ὅτε χρόνος οὐκ ἧν, καὶ ἔσεσθαί ποτε χρόνον ὅτε χρόνος οὐκ ἔσται· οὔτε
ἄπειρος καθέστηκεν, ἔστι γάρ τι αὐτοῦ παρῳχηκὸς [καὶ ἐνεστὼς] καὶ μέλλον, ὧν ἑκάτερον εἰ μέν οὐκ ἔστιν,
πεπέρασται ὁ χρόνος, εἰ δʼ ἔστιν, ἔσται ἐν τῷ παρόντι καὶ ὁ παρῳχηκὼς καὶ ὁ μέλλων, ὅπερ ἄτοπον. οὐκ ἄρα ἔστι χρόνος.
αρκτόν ἐστιν ὁ δέ χρόνος ἔκ τε τοῦ παρῳχημένου καὶ μηκέτʼ ὄντος καὶ ἐκ τοῦ μέλλοντος μηδέπω δέ ὄντος συν- εστὼς ἀνύπαρκτος ἔσται.
ὁ χρόνος, πῶς τὸ μέν τι αὐτοῦ παρῳχημένον τὸ δέ ἐν- εστὼς τὸ δὲ μέλλον λέγομεν ; εἰ δέ μεριστός ἐστιν, ἐπεὶ πᾶν τὸ μεριστὸν ὑπό τινος αὐτοῦ μέρους καταμετρεῖται,
ὡς πῆχυς μέν ὑπὸ παλαιστοῦ, ὁ παλαιστὴς δὲ ὑπὸ δακ-
τύ |λοῦ, δεήσει καὶ αὐτὸν ὑπό τινος τῶν αὐτοῦ μερῶν
καταμετρεῖσθαι.
παρῳχημένον καταμετρεῖ χρόνον, μέλλων δὲ ὅτι τὸν μέλ- λοντα· ὅπερ ἄτοπον. οὔτε τοίνυν τινὶ τῶν λειπομένων δυοῖν τὸν ἐνεστῶτα καταμετρητέον. διʼ ἣν αἰτίαν οὐδέ ταύτῃ λεκτέον εἶναί τινα χρόνον.
26 27
τὸ δὲ μέλλον, ὧν τὸ μὲν παρῳχημένον οὐκέτι ἔστιν, τὸ δὲ μέλλον οὔπω ἔστιν, τὸ δὲ ἐνεστὼς ἤτοι ἀμερές ἐστιν ἢ μεριστόν. ἀλλʼ ἀμερές μὲν οὐκ ἂν εἴη ἐν ἀμερεῖ μὲν γὰρ οὐδὲν δύναται γίνεσθαι μεριστόν, ὥς φησι Τίμιων
(fr. B 76 Diels PPF), οἷον τὸ γίνεσθαι, τὸ φθείρεσθαι.
καὶ ἄλλως,
ὄντας χρόνους μερίζεται, οὐκ ἔσται χρόνος, εἰ δʼ εἰς τοὺς
ὄντας χρόνους, οὐκ ἔσται ὅλος ὁ χρόνος, ἀλλὰ τῶν μερῶν αὐτοῦ τινὰ μὲν ἔσται τινὰ δὲ οὐκ ἔσται. τοίνυν οὐδέν ἐστι χρόνος, διὰ δὲ τοῦτο οὐδὲ πόδες, οὐδὲ ῥυθμοί, οὐδʼ ἡ περὶ τούς ῥυθμούς ἐπιστήμη.
Adversus Mathematicos. Sextus Empiricus. ed. Hermann Mutschmann, ed. Jürgen Mau. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.