ΠΡΟΣ ΡΗΤΟΡΑΣ
ἡ ἔννοια, καὶ οὐδὲν τούτων ἕτερον οἷόν τέ ἐστι ζητεῖν
μὴ προλαβόντας ὅ ἐστι τὸ ζητούμενον, φέρε πρῶτον σκε- ψώμεθα τί ἂν εἴη ῥητορική, τὰς ἐπιφανεστάτας εἰς τοῦτο τῶν φιλοσόφων ἀποδόσεις παρατιθέμενοι.
ἀποδιδόναι ῥητορική ἐστι πειθοῦς δημιουργὸς διὰ λόγων, ἐν αὐτοῖς τοῖς λόγοις τὸ κῦρος ἔχουσα, πειστική, οὐ δι- δασκαλικήʼ, τὸ μὲν διὰ λόγων’ προστιθεὶς τάχα παρόσον πολλά ἐστι τὰ πειθὼ τοῖς ἀνθρώποις ἐνεργαζόμενα χωρίς λόγου, καθάπερ πλοῦτος καὶ δόξα καὶ ἡδονὴ καὶ κάλλος.
οἱ γοῦν παρὰ τῷ ποιητῇ δημογέροντες,
ὡς κακῶν αἰτίαν γενομένην αὐτοῖς, ὅμως ὑπὸ τοῦ περὶ αὐτὴν κάλλους πείθονται, καὶ προσιούσης τοιαῦτά τινα πρὸς ἀλλήλους διεξίασιν (Πʼ 156)
καὶ γυμνοῖς στήθεσι προκυλινδουμένη τῶν δικαστῶν πλεῖον ἴσχυσε διὰ τὸ κάλλος τοὺς δικαστὰς πεῖσαι τῆς τοῦ συνηγοροῦντος ῥητορείας. τὸ δέ αὐτὸ καὶ ἐπὶ χρημά-
των ἐστὶν ἡδονῆς τε καὶ δόξης· τούτων γὰρ ἕκαστον εὑρή-
σομεν οὕτω πεῖθον ὡς πολλάκις τινὰ τῶν καθηκόντων ὑπερβαίνειν. οὐ τοίνυν ἀσκόπως ὁ Πλάτων ἀποβλέπων εἰς τὴν διʼ αὐτῶν γινομένην πειθὼ ἔλεξεν ὅτι ῥητορική ἐστι πειθοῦς δημιουργὸς οὐχ ὁπωσοῦν ἀλλὰ διὰ λόγων.
μὴν οὐκ ἐπεὶ λόγοις πείθει, πάντως ἐστὶ ῥητορική (καὶ
γὰρ ἡ ἰατρικὴ καὶ αἱ ὁμοειδεῖς ταύτῃ τέχναι διὰ λόγου πείθουσιν), ἀλλʼ εἴ τις ἐν αὐτοῖς προηγουμένως τοῖς λό- γοις ὑποκειμένην ἔχει τὴν ἰσχύν· καὶ οὐ κοίνως, ἐπείπερ καὶ ἡ γεωμετρία καὶ ἀριθμητικὴ καὶ πᾶσα ἡ τῷ γένει
θεωρητικὴ τέχνη ἐν λόγοις προηγουμένως ἔχει τὸ κῦρος,
ἀΑλλʼ ὅταν σὺν τούτοις μὴ διδασκαλικήν, ὤσπερ γεωμετρία, ἀλλὰ πειστικὴν ποιῆται τὴν πειθώ ὅπερ ἦν ἴδιον ῥητο- ρικῆς.
γον ῥητορικὴν ὑπάρχειν ἐπιστήμην τοῦ εὖ λέγειν, ἄλλως μὲν Ξενοκράτους τὴν ἐπιστήμην λαμβάνοντος καὶ ἀρχαι- κῷ νόμῳ, ἀντὶ τῆς τέχνης, ἄλλως δὲ τῶν Στωικῶν, ἀντὶ τοῦ βεβαίας ἔχειν καταλήψεις, ἐν σοφῷ μόνῳ φυομέ ην. τὸ δέ λέγειν ἀμφότεροι παραλαμβάνουσιν ὡς διαφέρον
τοῦ διαλέγεσθαι, ἐπειδήπερ τὸ μέν ἐν συντομίᾳ κείμενον κἀν τῷ λαμβάνειν καὶ διδόναι λόγον διαλεκτικῆς ἔστιν ἱργον,
ῥητορικῆς ἐτύγχανεν ἴδιον. ἔνθεν γοῦν καὶ Ζήνων ὁ Κι- τιεύς (Stoic. fr. I 75) ἐρωτηθεὶς ὅτῳ διαφέρει διαλεκτικὴ
ῥητορικῆς, συστρέψας τὴν χεῖρα καὶ πάλιν ἐξαπλώσας 3
ἔφη ῾ τούτῳ᾿, κατὰ μὲν τὴν συστροφὴν τὸ στρογγύλον καὶ
βραχὺ τῆς διαλεκτικῆς τάττων ἰδίωμα, διὰ δέ τῆς ἐξ- απλώσεως καὶ ἐκτάσεως τῶν δακτύλων τὸ πλατὺ τῆς ῥητορικῆς δυνάμεως αἰνιττόμενος.
λόγων. καὶ ζητουμένου πρὸς αὐτὸν ὅτι καὶ ἡ ἰατρικὴ τέχνη ἐστὶ λόγων ἰατρικῶν, ἀπολογούμενοί τινές φασιν ὅτι ἡ ἰατρικὴ τοὺς λόγους ἐφʼ ἕτερόν τι ἀναφέρει τέλος, καθάπερ τὴν ὑγείαν, ἡ δέ ῥητορικὴ ἄντικρύς ἐστι λόγων
τέχνη.
ὧν οὐκ ἀναγκαῖόν ἐστιν ἡμῖν λέγειν τοῖς μὴ προηγουμέ- νως τὸν περὶ ῥητορικῆς διεξοδεύουσι λόγον, ἀλλʼ ὅσον τοῦ τὴν ἰδιότητα ταύτης περινοῆσμι πρὸς τὴν χειρισθη- σομένην ἡμῖν ἀντίρρησιν. ἧς ἀρχὴ γένοιτʼ ἂν εὐθέως ἀπὸ
τῆς ἐκκειμένης νοήσεως. ἐπεὶ γὰρ τέχνην ἢ ἐπιστήμην
λόγων ἢ τοῦ λέγειν καὶ πειθοῦς περιποιητικὴν βούλονται τυγχάνειν τὴν ῥητορικὴν οἱ τὴν ἔννοιαν αὐτῆς ἀποδιδόν- τες, πειρασόμεθα καὶ ἡμεῖς τῶν τριῶν τούτων ἐχόμενοι διδάσκειν τὸ ἀνυπόστατον αὐτῆς.
ἐστιν ἐκ καταλήψεων συγγεγυμνασμένων καὶ ἐπὶ τέλος εὔχρηστον τῶν ἐν τῷ βίῳ λαμβανουσῶν τὴν ἀναφοράν· ἡ δέ ῥητορικὴ οὐκ ἔστι σύστημα ἐκ καταλήψεων, ὡς παρα- στήσομεν· οὐκ ἄρα 〈τέχνη〉 ἐστιν ἡ ῥητορική.
ῥητορικῆς εἶναι θεωρήματα, τοιαῦτα ὄντα οὕτω παραπει- στέον τοὺς δικαστὰς καὶ ‘ὀργὴν κινητέον ἔλεον’ καὶ ‘μοι- χῷ συνηγορητέον καὶ ἱεροσύλῳ’ 〈ἃ〉 ἐμφαίνει τὸ καθήκειν 4 5 οὕτω τοὺς δικαστὰς παραπείθειν | καὶ ὀργὴν ἢ ἔλεον κι-
νεῖν· ἅπερ οὐκ ἐστιν ἀληθῆ, καὶ διὰ τοῦτο ἀκατάληπτα. οὐ τοίνυν αὐτῶν εἰσιν αἱ καταλήψεις· ᾧ συνεισέρχεται τὸ μηδέ τὴν ῥητορικὴν ὑπάρχειν.
μὲν τὴν τοιχωρυχικὴν εἶναί τινα τέχνην παραινοῦσαν τὸ
οὕτω δεῖν τοῖχον διορύττειν, καὶ τὴν κλεπτικὴν τὸ οὕτω καθήκειν κλέπτειν καὶ βαλαντιοτομεῖν, (ψευδῆ γάρ ἐστι ταῦτα, καὶ οὔτε καθήκοντα οὔτε θεωρήματα), οὕτως οὐδέ τὴν ῥητορικὴν ὑποληπτέον ἔχειν τεχνικὴν ὑπόστασιν,
ἐπὶ τοιούτοις παραγγέλμασι σαλεύουσαν. ἀμέλει γέ τοι
καὶ οἱ περὶ Κριτόλαον τὸν Περιπατητικόν, καὶ πολὺ πρό- τερον οἱ περὶ Πλάτωνα, εἰς τοῦτο ἀπιδόντες ἐκάκισαν αὐτὴν ὡς κακοτεχνίαν μᾶλλον ἢ τέχνην καθεστηκυῖαν.
πάγιον, ὡς φιλοσοφία καὶ γραμματική, ἢ τοῦ ὡς τὸ πολὺ
ἐχόμενον, καθάπερ ἰατρική τε καὶ κυβερνητική, δεήσει καὶ τὴν ῥητορικήν, εἴπερ ἐστὶ τέχνη, τὸ ἕτερον τούτων ἐπ- αγγέλλεσθαι.
ἀλλʼ ἔσθʼ ὅτε ἕτερον μέν προτίθεται ὁ ῥήτωρ ἕτερον δὲ
ἐξακολουθοῦν ἔχει τέλος)
σχόντα τῆς ῥητορικῆς τέχνης, οὐκ ἂν εἴη τις τέχνη ῥη- τορική. ἐνδέχεται δέ γε ἱκανῶς καὶ κατὰ τρόπον ῥητο- ρεύειν μὴ μετασχόντα ῥητορικῆς, ὡς καὶ περὶ Δημάδου παρειλήφαμεν· κωπηλάτης γὰρ ὢν ὁμολογεῖται ἄριστος γεγονέναι ῥήτωρ, καὶ σὺν τούτῳ ἄλλοι παμπληθεῖς. τοίνυν
6 7
οὔκ ἐστι τέχνη ἡ ῥητορική.
ἀπιστοῦμεν ὡς τοιούτοις γεγο|νόσι καὶ ἐν ἕξει κἀκ τοιαύ- της τινὸς τριβῆς ἐπὶ τὸ ῥητορεύειν παρεληλυθόσιν, ἀλλ᾿ οὖν γε ἐν τῷ καθʼ ἡμᾶς βίῳ πολλούς πάρεστιν ὁρᾶν λέ- γοντας μέν εὐφυῶς ἐπὶ δικαστηρίων καὶ ἐν ἐκκλησίαις,
τὰ δέ τεχνικὰ τῆς ῥητορικῆς παραγγέλματα μὴ γινώ- σκοντας.
ρικήν. ἀλλὰ μὴν ὡς ὁ σύμπας οἶδε βίος, οἱ σοφιστεύοντες ἐπʼ ἄκρον μέν τὴν ῥητορικὴν ἐξήσκησαν τεχνολογίαν, ἰχθύων δὲ ἀφωνότεροι ἐπὶ τῆς [γῆς] ὑπαίθρου θεωροῦνται. τοίνυν οὐ κατὰ τέχνην εἰσί τινες ῥήτορες.
ἔλεγχον φάσκωσιν ὅτι, ὧσπερ αἱ ἀκόναι τέμνειν μέν οὐ πεφύκασιν, ὀξύνουσαι δέ τὴν μάχαιραν τέμνειν παρασκευά- ζουσιν, οὕτω καὶ αὐτοὶ ἀδυνατοῦσι μέν εἰπεῖν ὑπὸ τῆς ἀηθείας, ἄλλους δέ διὰ τέχνης προάγοντες λέγειν ποιοῦ- σιν. οὐκ ᾔδεσαν γὰρ οἱ θαυμάσιοι τὴν ἀνομοιότητα ταύτης
τῆς εἰκόνος, εἴ γε ἡ μέν ἀκόνη οὐχ ἣν εἶχε δύναμιν, ταύ- την τῷ σιδήρῳ ἐμποιεῖν πέφυκεν, αὐτοὶ δὲ ἐπαγγέλλονται ὡς προηγούμενον ἔργον, ἣν ἔχουσι τέχνην, ταύτην τῷ πέλας περιποιήσειν.
τοι τοιαῦτά τινα λέγειν, ὅτι τὰς μέν τέχνας οὐκ ἐκβάλ- λουσιν αἱ πόλεις, πάνυ τι βιωφελεῖς οὔσας ἐπιστάμεναι, ὡς οὐδὲ τοὺς μέν οἰκονομικοὺς τῶν οἴκων ἐκβάλλομεν τούς δέ βουκόλους ἐκ τῆς ἀγέλης, τὴν μέντοι ῥητορικὴν
πάντες πανταχόθεν ὡς πολεμιωτάτην ἐδίωξαν, ὥσπερ 8 9
ὁ μὲν Κρητικὸς νομοθέτης εἴρξας ἐπιβαίνειν τῆς νήσου
τοὺς ἐν λόγοις ἀλαζονευσαμένους,
τὸν αὐτὸν τοῖς Σπαρτιάταις νόμον εἰσηγήσατο· παρʼ ἣν
αἰτίαν πολλοῖς ὕστερον χρόνοις τὸν ἐπὶ ξένης ῥητορικὴν ἐκπονήσαντα νεανίαν ἐπανελθόντα ἐκόλασαν οἱ ἔφοροι, τὴν αἰτίαν προσθέντες τῆς καταδίκης ὡς δολεροὺς λόγους
ἐπὶ παρακρούσει τᾶς Σπάρτας ἐμελέτησεν. καὶ αὐτοὶ δὲ διέμειναν ῥητορικὴν μισοῦντες, ἀφελεῖ δὲ βραχυλογίᾳ χρώμενοι.
αὐτῶν πρὸς Τισσαφέρνην πρεσβευτής, τῶν Ἀθηναίων μακρὰς καὶ ποικίλας ῥήσεις διεξιόντων, δύο τῇ βακτηρίᾳ
γραμμὰς κατὰ τοῦ ἐδάφους χαράξας, τὴν μὲν εὐθεῖαν καί μικρὰν τὴν δὲ ἐπιμήκη καὶ σκολιάν, ῾ τούτωνʼ εἶπεν, ῾ ὧ
βασιλεῦ, ὁποτέραν θέλεις ἑλοῦ,ʼ αἰνιττόμενος διὰ μὲν τῆς ἐπιμήκους καὶ τῆς σκολιᾶς γραμμῆς τὴν τερθρείαν τὴν ῥητορικήν, διὰ δὲ τῆς βραχείας ἅμα καὶ εὐθείας τὴν
ἀφελῆ καὶ σύντομον εὐθυρρημοσύνην,
γου μεταδιώκουσιν. ἐκ μέσων μέντοι γε καὶ τὸν Χίων πρεσβευτὴν περὶ ἐξαγωγῆς πυροῦ δεόμενον, ἐπεὶ μακρῶς ἡρμήνευσε τὴν δέησιν, ἄπρακτον ἐξαπέστειλαν, ἑτέρου δὲ
πεμφθέντος συντομωτέρου (ἤπειγε γὰρ ἀνάγκη τοὺς Χίους) ἔδοσαν κενὸν γὰρ θύλακον αὐτοῖς οὗτος ἀνατεί-
νας ἀλφίτων αὐτὸν ἔφη δεῖσθαι. ὅμως δʼ οὖν καὶ τοῦτον ὡς ἀδολέσχην ἐμέμεψαντο ἀποχρώντως γὰρ κενὸς δειχθεὶς ὁ θύλακος ἐσήμηνε τὴν τῶν Χίων αἴτησιν.
Ἴων κινηθεὶς εἶπεν ἐπʼαὐτῶν (fr. 63 Nauck ═107 Blum.)
ἅτε βουλευομένων μὲν τὰ κράτιστα, στυγούντων δὲ τὴν ῥητορικήν. ὅθεν εἰ μὴ τὰς τέχνας ἐκβάλλουσιν αἱ πόλεις,
ἐκβεβλήκασι δὲ τὴν ῥητορικήν, οὐκ ἂν εἴη τῶν τεχνῶν ἡ ῥητορική.
ἐστιν. πρῶτον μέν γὰρ οὐκ ἄν ἔχοιεν τούτῳ παρασχεῖν
μαρτυρίαν ὧσπερ ἐπὶ ῥητορικῆς οἱ τοὐναντίον συναγαγόν- τες· ἔπειτα εἰ καὶ ἐξέβαλόν τινες τῶν πόλεων φιλοσοφίαν, οὐ κατὰ γένος πᾶσαν ἐξέβαλον ἀλλὰ τινὰς αἱρέσεις, οἷον τὴν Ἐπικούρειον ὡς ἡδονῆς διδάσκαλον, τὴν Σωκρατικὴν
δὲ ὡς ἐκφαυλίζουσαν τὸ θεῖον. αἱ μέντοι γε προειρημέ-
ναι πόλεις οὐ τινὰ μὲν παρῃτήσαντο ῥητορικὴν τινὰ δέ προσήκαντο, ἀλλὰ κοινῶς πᾶσαν περιέστησαν.
χρειώδης ὡς καὶ αἱ λοιπαὶ τῶν τεχνῶν οὔτε δὲ τῷ
ἔχοντι οὔτε ταῖς πόλεσίν ἐστιν ὠφέλιμος, ὡς παραστή- σομεν· οὐκ ἄρα τέχνη καθέστηκεν.
θέλῃ κἄν τε μὴ θέλῃ, μετὰ μοχθηρῶν καὶ παλιμβόλων
καὶ συκοφαντῶν διατρίβειν, εἰς τοὺς αὐτοὺς ἐκείνοις τό- πους κατερχόμενον, εἶτα καὶ τῆς αἰδοῦς ὀλίγην ποιεῖσθαι φειδώ, ἵνα μὴ εὐκαταφρόνητος εἶναι δοκῇ τοῖς πανουργο- τέροις,
κόν τε καὶ γόητα τυγχάνειν καὶ χειρίστοις ἐντεθραμμένον πράγμασι, μοιχείαις τε καὶ κλοπαῖς καὶ ταῖς πρὸς τοὺς γονεῖς ἀχαριστίαις, εἰς τὸ πραγματικῶς ταῦτα διελέγχειν ὅτε δεῖ,
πειρατοῦ τρόπον ὁτέ μέν φεύγειν ὁτὲ δὲ διώκειν, ὥστε κο-
πούμενον νύκτωρ καὶ μεθʼ ἡμέραν ὑπὸ τῶν πράγματα ἐχόντων ὀχλεῖσθαι, μεστὸν δὲ ἔχειν τὸν βίον θρήνων τε καὶ δακρύων. καὶ τινῶν μὲν εἰς δεσμωτήριον τινῶν δὲ
ἐπὶ τύμπανον ἀπαγομένων. ὥστε τῷ μὲν ἔχοντι ἐπιβλαβὴς ἡ ῥητορική.
νόμοι πόλεών εἰσι σύνδεσμοι, καὶ ὡς [ψυχὴ ] σῶμ〈α πνεύ- μα 〉τος ἐκφθαρέντος φθείρεται, οὕτω νόμον ἀναιρεθέντων καὶ αἱ πόλεις διόλλυνται. παρὸ καὶ ὁ ἠθολόγος Ὁρφεὺς τὸ
ἀναγνκαῖον αὐτῶν ὑποφαίνων φησὶν (fr.292 Κern )
ἐπιτέτραπται (ibid. 278)
ἀνομίαν καταλῦσαι πλέον ἢ ἐπὶ τῷ καρποῖς ἡμερῶσαι τὸν βίον ἐθαύμασαν ἄνθρωποι.
ρίεντες νόμον ἔχουσι βασιλέως παρʼ αὐτοῖς τελευτήσαν- 14 15 τος πέντε τὰς ἐφεξῆς ἡμέρας ἀνομίαν ἄγειν, οὐχ ὑπέρ
τοῦ δυστυχεῖν ἀλλʼ ὑπὲρ τοῦ ἔργῳ μαθεῖν ἡλίκον κακόν ἐστιν ἡ ἀνομία, σφαγὰς καὶ ἁρπαγὰς καὶ εἴ τι χεῖρόν ἐστιν ἐπάγου σα, ἵνα πιστότεροι τῶν βασιλέων φύλακες γένωνται.
βάροις, παρʼ οἶς ἢ οὐδʼ ὅλως ἢ σπανίως ἔστι ῥητορική, τοὺς νόμους ἀσαλεύτους μένειν, παρὰ δὲ τοῖς προιεμένοις
αὐτὴν ὁσημέρμι | νεοχμοῦσθαι,
Κock) ποιητὴς λέγει· καὶ γὰρ τρεῖς ἐάν τις, φησίν, ἐκ- δημήσῃ μῆνας, οὐκέτι ἐπιγινώσκειν τὴν πόλιν, ἀλλὰ παρα-
πλησίως τοῖς νυκτὸς περιπατοῦσι παρὰ τὰ τείχη καθάπερ τινὰς ἀγγάρους κατάγεσθαι, τὸ ὅσον ἐπὶ τοῖς νόμοις μὴ τῆς αὐτῆς οὔσης πόλεως.
χναις ὑποτίθενται. ὁτέ μὲν γὰρ παραινοῦσι τῷ ῥητῷ καὶ
ταῖς φοναῖς τοῦ νομοθέτου προσέχειν ὡς σαφέσι καὶ μη- δεμιᾶς ἐξηγήσεως δεομέναις, ὁτὲ δὲ ἀναστρέψαντες μήτε τῷ ῥητῷ μήτε ταῖς φωναῖς ἀλλὰ τῇ διανοίᾳ κατακολου-
θεῖν
ἢ ὁποιον〈οῦν〉, καθάπερ βελόνην, κολάζειν ἠξίωσεν, ἀλλʼ ἐὰν τὴν διάνοιαν αὐτοῦ πολυπραγμονῶμεν, τὸν ἀνδροφονῆ- σαι τολμήσαντα τεθέληκεν[αι] τιμωρεῖσθαι.
ἐκ τῶν λειπομένων ἕτερόν τι νόημα συντιθέναι. πολλάκις δέ
καὶ ἀμφιβόλους λέξεις διαστέλλουσι, πρόσφορον ἑαυτοῖς κατασκευάζοντες τὸ σημαινόμενον· καὶ ἄλλα μυρία πρὸς ἀνατροπὴν τῶν νόμων ποιοῦσιν. ὅθεν καὶ ὁ Βυζάντιος ῥή-
16 17
τωρ ἐρωτηθεὶς πῶς ὁ Βυζαντίων ἔχει νόμος εἶπεν ῾ ὡς ἐγὼ θέλω.ʼ
πανουργίαν τὰς τῶν δικαστῶν διανοίας ἀμιαυρώσαντες τῷ νόμῳ συγκλέπτουσι τὰς ψήφους.
νόμων ψηφισμάτων εἶδος οὐδεὶς ἐτόλμησε γράφειν ἀλλʼ ἢ οἱ ῥήτορες. τὸν γοῦν γραφέντα κατὰ Κτησιφῶντος Δη- μοσθένης πολλὰ βοῶν καὶ τερατευόμενος ἥρπασεν. ὅθεν
καὶ ὁ Αἰσχίνης (adv. Ctesiph. 193) | ʼκακὸν ἔθοςʼ φησὶν
῾εἰς τὰ δικαστήρια παρῆλθεν ὁ μὲν γὰρ κατήγορος ἀπο- λογεῖται, ὁ δὲ φεύγων τὴν γραφὴν κατηγορεῖ, οἱ δὲ δι- κασταὶ ὧν μή εἰσι κριταί, περὶ τούτων ψηφοφορεῖν ἀναγκάζονται.ʼ
πρὸς τῷ μὴ χρησιμεύειν τι καὶ βλαβερὰ καθέστηκεν. οὐ
μὴν ἀλλʼ οὐδὲ οἱ δημαγωγοῦντες ῥήτορες ἐπʼ ἀγαθῷ τῶν πόλεων προβαίνουσιν, ἀλλʼ ὃν λόγον ἔχει φαρμακοπώλης πρὸς ἰατρόν, τοῦτον ὁ δημαγωγὸς πρὸς τὸν πολιτικόν.
καὶ διαβολαῖς αὐτοὺς ἐξαλλοτριοῖ πρὸς τοὺς ἀρίστους.
λόγῳ μέν γὰρ καὶ τῷ δοκεῖν ὑπὲρ τοῦ κοινῇ συμφέροντος ὑπισχνεῖται πάντα ποιήσειν, ταῖς δὲ ἀληθείαις ἀπʼ οὐ- δενὸς ὑγιοῦς τροφὴν πορίζεται, ἐοικότως ταῖς τίτθαις, αἵ μικρὸν τοῦ ψωμίσματος τοῖς παιδίοις διδοῦσαι τὸ ὅλον
καταπίνουσιν.
μῆς μέρει λέγεται περὶ ῥητορικῆς, ὥστε εἰ μήτε τῷ ἔχοντι μήτε τοῖς πέλας ἐστὶν ὠφέλιμος, οὐκ ἂν εἴη τέχνη. ἀλλὰ πρὸς ταῦτα ἀπο λογούμενοί τινες μέν φασιν ὅτι διτ- τῆς οὔσης ῥητορικῆς, τῆς μὲν ἀστείας καὶ ἐν σοφοῖς τῆς
δὲ ἐν μέσοις ἀνθρώποις, τὴν κατηγορίαν γεγονέναι οὐ τῆς ἀστείας ἀλλὰ τῆς τῶν μοχθηρῶν.
μασι χρῶνται· ὡς γὰρ ὁ τὸν πατέρα τύπτων παγκρα- τιαστὴς οὐ διὰ τὴν παγκρατιαστικὴν τέχνην γίνεται πα-
τροτύπτης, ἀλλὰ διὰ τὴν τῶν τρόπων μοχθηρίαν, οὕτως ὁ ῥητορικὴν ἐξασκήσας, εἶτα κατὰ πατρίδος αὐτῇ καὶ νόμων χρώμενος οὐ διὰ ῥητορικὴν τοιοῦτός ἐστιν, ἀλλὰ
διὰ τὴν ἰδίαν πονηρίαν.
γὰρ εὑρισκομένου σοφοῦ σπανίως γε εὑρισκομένου δεή- σει καὶ τὴν ἐν αὐτοῖς ῥητορικὴν ἢ ἀνύπαρκτον ἢ σπάνιον εἶναι.
τὸ παράδειγμα τοῖς ἐν χερσὶ ζητουμένοις· ἡ μὲν γὰρ
ἄθλησις οὐχ ὑποδείκνυσι τὴν πρὸς τὸ κακὸν χρῆσιν αὐ- τῆς οἷον τὴν πατροτυψίαν, ἡ δέ ῥητορικὴ τοῦθʼ ὡς προη- γούμενον ἔργον διδάσκει, οἷον πῶς ἂν τὰ μικρὰ μεγάλα
ποιήσαιμεν τὰ δὲ μεγάλα μικρά, ἢ πῶς ἂν τὰ μὲν δίκαια
ἄδικα φανείη τὰ δὲ ἄδικα δίκαια.
μελετᾶν ὀφείλει λόγους, ἐν δὲ τοῖς ἐναντίοις ἔστι καὶ τὸ
ἄδικον πᾶς ἄρα ῥήτωρ καὶ τοῦ ἀδίκου συναγωνιστὴς ὢν ἄδικός ἐστιν.
των συμφανές· τὸ δέ μετὰ τοῦτο καὶ ἐκ τῆς ὕλης περὶ ἤν ἐστι σκοπῶμεν αὐτῆς τὸ ἀνυπόστατον. καίτοι προαπο-
δέδοται ἡμῖν τὸ κεφάλαιον ἐν τῷ πρὸς τοὺς γραμματι- κούς (MM I 99 sqq.). εἰ γὰρ περὶ λόγον ἡ γραμματικὴ πο- νεῖται, οὔτε δὲ λέξις ἐστί τι οὔτε λόγος ἐκ λέξεων συγ- κείμενος, ὡς ἐπεδείξαμεν, διὰ τὸ οὖ τὰ μέρη μὴ ἔστιν
ἀνύπαρκτον εἶναι, ἀκολουθήσει καὶ τὸ τὴν ῥητορικὴν ἀν-
υπόστατον ὑπάρχειν.
ἔντεχνος, ἀλλʼ εἰ τὸν συμφέροντα. καθὸ γὰρ φαρμάκων διαφόρων ὄντων, καὶ τῶν μέν θανασίμων τῶν δὲ σωτη- ρίων, ἡ μὲν ἐν τοῖς θανασίμοις ἕξις καταγιγνομένη οὔτε
τέχνη τίς ἐστιν οὔτε ἰατρική, ἡ δὲ περὶ τὰ σωτήρια καὶ
τέχνη καὶ βιωφελής, οὕτω καὶ λόγων τῶν μὲν συμφε- ρόντων τῶν δὲ βλαπτικῶν ὄντων, εἰ μὴ περὶ τοὺς συμ- φέροντάς ἐστιν ἡ ῥητορικὴ ἀλλὰ τοὺς βλαβερούς, πρὸς τῷ μὴ εἶναι τέχνη ἔτι καὶ κακοτεχνία γενήσεται. παρεστή-
σαμεν δέ γε πρότερον ὅτι βλαπτικωτάτοις ἐνυποδύεται λόγοις· τοίνυν οὐδὲ τέχνη καθέστηκεν.
συκοφαντικὴ καὶ ἡ ὀχλο | κοπικὴ τὸ λέγειν ἐξήσκησαν καὶ
οὔκ εἰσι τέχναι, δῆλον ὡς καὶ ἡ ῥητορικὴ κατὰ ψιλὸν τὸ ἐκπεπονηκέναι τὴν ἐν τῷ λέγειν δύναμιν ἐξεταζομένη οὐδὲ γενήσεται τέχνη. ἀλλὰ μὴν ἡ συκοφαντικὴ καὶ ἡ
ὀχλοκοπικὴ τὸ λέγειν ἐξήσκησαν καὶ οὔκ εἰσι τέχναι·
τοίνυν οὐδὲ ἡ ῥητορική.
ὡς ἑκάστη τούτων οὔκ ἐστιν ἕνεκα τοῦ λέγειν ῥητορική,
οὕτως οὐδὲ περὶ ἧς ἐστιν ἡ ζήτησις.
μὴ ἐκκλίνων τὰ κατὰ τὴν συνήθειαν λεγόμενα, καθὼς καὶ ἐν τῷ πρὸς τοὺς γραμματικοὺς ὑπεδείξαμεν (M I 189 sq.),
εἶτα καὶ ὁ τοῦ νοουμένου πράγματος ἀσφαλῶς κρατῶν· ῥέμβεται γὰρ ἡ λέξις ἀγνοουμένων τούτων, παρὸ καὶ εἰς τοῦτο ἀποβλέποντες ἀγαθὸν εἶναι λέγομεν ῥήτορα ἕκαστον τῶν ἰδίων ἐπιτηδευμάτων.
μένος τίνες τῶν λέξεων κατὰ τὴν συνήθειαν κεῖνται καὶ τίνες δοξαστῶς, τὸ ἑκάστῳ πρόσφορον ἀποδίδωσιν. ῾ βαλα- νεῖονʼ μὲν γὰρ ῾ ἀνδρεῖονʼ κατὰ τὴν συνήθειαν εἴρηται ἀπὸ τοῦ ἄνδρας λούειν, ὁ δὲ πλούσιος μακάριος καὶ ῾ὁ θάνατος κακὸνʼ τῶν δοξαστῶν τό τε γὰρ τὸν θάνατον τῶν κακῶν
εἶναι καὶ τὸν πλοῦτον τῶν ἀγαθῶν ἄδηλον καὶ δοξαστόν.
ποιοῦν μεταλαμβάνωμεν, τὸ δὲ σημεῖον εἰς τὸ δηλοῦν. εἰ μέν οὖν,
πισμένην λέξιν ἐκ ῥητορικῆς εἶχον. νῦν δὲ επεὶ ταύτης τῆς θεωρίας οὐ ψαύουσιν, ἢ εἰ ψαύοιεν, οὔτι γε κατὰ ῥη-
τορικήν, λεκτέον μὴ ῥητορικῆς ἴδιον εἶναι τὸ καλλιλεκτεῖν.
ξεως εἶναι κατασκευαστικός, ἤτοι κατὰ τοῦτο λέγεταμι,
καθὸ τὴν τὰ συμφέροντα πράγματα δη λοῦσαν λέξιν κατα- σκευάζει, ἢ τὴν οἵα ἐστὶν ἡ τοῦ ἑλληνίζειν, ἢ τὴν [οἵαν] ἐναργῶς καὶ συντόμως καὶ ἐγκατασκεύως δηλοῦσαν τὰ πράγματα.
οἱ ῥήτορες. οὔτε καθὸ τὴν οἵα ἐστὶν ἡ τοῦ ἑλληνίζειν
κοινὸν γὰρ ἧν τοῦτο τῶν τῇ συνηθείᾳ καὶ ταῖς ἐλευθέ- ραις τέχναμις προσεχόντων. οὔτε καθὸ τὴν σαφῶς καὶ συν- τόμως καὶ ἐγκατασκεύωος μηνύουσαν τὰ πράγματα· τοὐ-
ναντίον γὰρ περίοδον καὶ ἐπιφώνημα λέγειν θέλοντες οἱ 23
ῥήτορες, καὶ μὴ φωνᾶεν φωνάεντι συγκρούειν, καὶ ὁμοιο-
τέλευτον διάνοιαν κατακλίνειν, ἐκκλείονται τῆς σαφοῦς ἅμα καὶ συντόμου τῶν πραγμάτων ἑρμηνείας.
λέγειν. δοθέντος τε τούτου οὐδʼ ἄν τις ἕλοιτο τὴν τοιαύτην φράσιν, πρῶτον μὲν διὰ τὸ μὴ πίπτειν αὐτὴν εἰς τὴν
κοινὴν τοῦ βίου χρῆσιν οὐδεὶς γὰρ ἡμῶν οὕτω διαλέ- γεται ὡς οἱ ῥήτορες ἐπὶ τῶν δικαστηρίων, ἐπεὶ κατα- γελασθήσεται. καὶ αὐτοὶ δὲ ἐκεῖνοι πάντοτε ἐξελθόντες
τῆς διατριβῆς καὶ τοῦ ἀγῶνος ἄλλῃ χρῶνται πρὸς τοὺς πέλας ἑρμηνείᾳ.
πρότερον πρὸς τοὺς ἀναλογιστικοὺς τῶν γραμματικῶν
εἰρημένα, καὶ διδακτέον ὅτι τῇ συνηθείᾳ προσεκτέον μᾶλ-
λόν ἐστι θέλοντας εὖ λέγειν ἤπερ τέχνῃ τινὶ περιεργοτέρᾳ.
εἰ μηδέν ἐστι ῥητορικῆς τέλος, οὐδέν ἐστι ῥητορικὴ διὰ τὸ πᾶσαν τεχνικὴν ἕξιν πρός τι τέλος λαμβόνειν τὴν ἀνα-
φοράν. οὐχὶ δέ γε ἔστι τι ῥητορικῆς τέλος, ὡς δείξομεν· οὐκ ἄρα ἐστὶ τέχνη ἡ ῥητορική.
χαρίεντες ἔσχατον οἴονται τῆς ῥητορικῆς ἔργον εἶναι τὸ πείθειν. καὶ γὰρ οἱ περὶ τὸν Πλάτωνα εἰς τοῦτο ἀπι- δόντες δύναμιν εἰρήκασιν αὐτὴν τοῦ διὰ λόγων πείθειν,
καὶ οἱ περὶ τὸν Ξενοκράτην πειθοῦς δημιουργόν, καὶ Ἀριστοτέλης (rhet. Ι 2. 1355b 26) δύναμιν τοῦ θεωρεῖν τὸ ἐνδεχόμενον πιθανόν. καὶ Ἀρίστων ὁ Κριτολάου γνώ-
ριμος σκοπὸν μὲν ἐκκεῖσθαί φησιν αὐτῇ τὴν πειθώ, τέλος δὲ τὸ τυχεῖν τῆς πειθοῦς.
ἔργον εἶναι ἔλεγε τὸ τεθὲν πολιτικὸν ζήτημα διατίθεσθοι 24 25
κατὰ τὸ ἐνδεχόμενον πειστικῶς. Ἀθήναιος δὲ λόγων δύ-
ναμιν προσαγορεύει τὴν ῥητορικὴν στοχαζομένην τῆς τῶν ἀκουόντων πειθοῦς, καὶ Ἰσοκράτης φησὶ μηδὲν ἄλλο ἐπι- τηδεύειν τοὺς ῥήτορας ἢ ἐπιστήμην πειθοῦς.
πιθανὸν προσαγορεύεται τριχῶς, κσθʼ ἕνα μὲν τρόπον
ὅπερ ἐναργῶς τε ἀληθές ἐστι καὶ ἀληθοῦς ἐμποιοῦν φαντα- σίαν ἐπισπᾶται ἡμᾶς εἰς συγκατάθεσιν, καθʼ ἕτερον δέ ὅπερ ψεῦδός ἐστι καὶ ἀληθοῦς ἐμποιοῦν φαντασίαν ἐπι- σπᾶται ἡμᾶς εἰς συγκατάθεσιν (ὅπερ καὶ εἰκὸς ὀνομάζειν
εἰώθασιν οἱ ῥήτορες ἀπὸ τοῦ ἐοικὸς εἶναι τῷ ἀληθεῖ),
κατὰ δὲ τὸν τρίτον τρόπον τὸ κοινὸν τοῦ τε ἀληθοῦς καὶ ψεύδους.
νῶν οἴονται | τὴν ῥητορικὴν τοῦ πείθειν ἐφίεσθαι, καὶ περὶ
ποῖον αὐτῶν τεχνιτεύειν αὐτὴν ἀξιοῦσιν, περὶ τὸ ἐναργῶς ἀληθές ἢ περὶ τὸ ἐοικὸς τούτῳ ψεῦδος ἢ ὃ περὶ τὴν ἀμφο- τέρων κοινότητα στρέφεται.
ἀληθὲς οὐχ οἷόν τε τοῦτο γὰρ ἐξ αὑτοῦ πείθει καὶ ἐπι- σπᾶται ἡμᾶς πρὸς συγκατάθεσιν, ὥστε παρέλκειν τὴν ἐκ
ῥητορικῆς ἐπʼ αὐτοῦ συνισταμένην πειθώ. καὶ καθάπερ οὐδεμιᾶς δεόμεθα τέχνης πρὸς τὸ πείθεσθαι ὅτι νῦν ἡμέρα ἐστὶν ἢ ὅτι νῦν ἐγὼ διαλέγομαι, πραγμάτων ὄντων
ἐναργῶν καὶ αὐτοφωράτων, οὕτως οὐδέ πρὸς τὸ συγκατα- τίθεσθαι τῷ ἀνδροφόνον εἶναι τὸν ἐπʼ αὐτοφώρῳ λη
φθέντα ἀνδροφόνον χρεία ῥητορικῆς.
τική ταυτὶ γὰρ κατὰ τὴν νῦν ὡς πρὸς ἄλληλα σχέσιν λαμβάνεται, καὶ ᾧ λόγῳ ὁ τὸ ἀριστερὸν κατειληφὼς ἐξ
ἀνάγκης ἐπιβάλλει καὶ τῷ οὗ ἀριστερόν ἐστιν, οὕτως ὁ 26 27
τὸ πιθανὸν ἀληθὲς διακρίνων ἀπὸ τοῦ μὴ τοιούτου γνῶ- σιν ἔχει καὶ τοῦ ἀλθοῦς ἀπιθάνου.
λουθήσει τὴν ῥητορικὴν παντὸς ἀληθοῦς εἶναι θεωρητι-
κήν. τῷ δέ παντὸς ἀληθοῦς εἶναι θεωρητικὴν ἀκολουθή- σει τὸ καὶ παντὸς ψεύδους· ᾧ γὰρ λόγῳ ὁ διακριτικὸς τοῦ πιθανοῦ ἐξ ἀνάγκης καὶ τοῦ ἀπιθάνου διακριτικὸς ἔσται, τῷ αὐτῷ καὶ ὁ παντὸς ἀληθοῦς ἐπιγνώμων συν-
επιβάλλει παντὶ τῷ ἀντικειμένῳ, τουτέστι τῷ ψεύδει. εἰ
δέ τοῦτο, ἔσταμι ἡ ῥητορικὴ γνῶσις ἀληθῶν τε καὶ ψευ- δῶν. οὐ πάνυ δέ γε τοῦτο τοίνυν οὐδὲ τοῦ αὐτόθεν ἀλη- θοῦς ἐστι θεωρητική.
οὐκ ἄρα τοῦ ἀληθοῦς ἐφίεται ἡ ῥητορική. καὶ μὴν οὐδέ
τοῦ ψεύδους· οὐδεμία γὰρ περὶ ψεῦδος ἵσταται τέχνη, ἀλλʼ ἀναγκαῖόν ἐστι τὴν | ῥητορικὴν τοῦτο μεταδιώκουσαν
ἢ μὴ εἶναι τέχνην ἢ κακοτεχνίαν ὑπάρχειν, μετὰ τοῦ πάλιν τὰς αὐτὰς ὑπαντιάζειν ἀπορίας.
θανον. ἐπεὶ οὖν πᾶν ψεῦδος ἤτοι πιθανόν ἐστιν ἀπί-
θανον, παντὸς ψεύδους ἐπιστήμη γενήσεται, καὶ διὰ τοῦτο καὶ παντὸς ἀληθοῦς, ὤστ’ αὐτὴν μὴ διαφέρειν τῆς δια- λεκτικῆς ὃ κατὰ πολλοὺς τρόπους ἐστὶν ἄτοπον.
ἀντικείμενα οὔκ ἐστι ψευδῆ, οὐκ ἂν εἴη ψεύδους θεωρη-
τική. ἔτι εἴπερ εἰκός ἐστι τὸ τὰς πλείστας ἀφορμὰς εἰς τὸ ἀληθὲς εἶναι παρεχόμενον, καὶ παράλογον, ὃ δὴ τούτῳ ἀντίκειται, τὸ ὀλίγας ἀφορμὰς καὶ σπανίους ἔχον εἰς τὸ ἀληθὲς εἶναι, πάντως ἡ ῥητορικὴ εἰς τὸ ἐναντίον ἐπιχει-
ροῦσα οὐ μᾶλλον τοῦ εἰκότος ἢ τοῦ ἀντικειμένου στοχά-
ζεται.
δους μεταδιώκει· ἐν τούτῳ γὰρ καὶ ψεῦδος κατεπέπλεκτο· ἄτοπόν τε καθειστήκει τὸ τέχνην ψευδέσι χρῆσθαι, σὺν τῷ κατὰ τὸν προυποδεδειγμένον τρόπον ἀκολουθεῖν τὸ καὶ
ἐπιστήμην αὐτὴν ἀληθῶν τε καὶ ψευδῶν γίνεσθαι, τοῦ πράγματος μὴ οὕτως ἔχοντος. ἀλλʼ εἰ μήτε ἀληθὲς μήτε
ψεῦδος μήτε τὸ κοινὸν ἀμφοτέρων θεωρεῖν δύναται ἡ ῥητορική, παρὰ δέ ταῦτα οὐδέν ἐστι πιθανόν, οὐκ ἂν εἴη ῥητορικῆς τὸ πείθειν.
σθαι πρὸς τοὺς ῥήτορας, ἄλλοι δὲ καὶ τὰς λεχθησομένας
εἰώθασι παραλαμβάνειν, αἷς ἐξέσται τῷ βουλοιένῳ χρῆ- σθαι. φασὶ γάρ, ἤτοι τέχνη ἐστὶν ἡ ῥητορικὴ ἢ οὔκ ἐστιν. καὶ εἰ μὲν μή ἐστι, μηδὲ τέλος αὐτῆς ζητῶμεν εἰ δέ ἐστι, πῶς κοινὸν ἔχει τέλος καὶ τοῦ μὴ ῥήτορος; τὸ γὰρ
πείθειν πολλοῖς πάρεστι διὰ πλοῦτον ἢ κάλλος ἢ δόξαν,
ὡς πρότερον (§ 4) ὑπεδείκνυμεν.
οὐδὲν | ἧττον προσμένουσιν οἱ ῥήτορες, ἕτερόν τι ἀπεκδε- χόμενοι τέλος, καὶ προσμένοντες δέονται. οὐκ ἄρα τὸ πεί- θειν ῥητορικῆς ἐστι τέλος, ἀλλʼ εἰ ἄρα, 〈τὸ〉 μετὰ τοῦτο
ἐπακολουθοῦν.
λόγος πειθοῖ. πρῶτον μὲν γὰρ περίεργος καθέστηκεν, προσκόπτουσι δὲ οἱ πολλοὶ τῇ τοῦ λόγου περιεργίᾳ·
σαφής· οὐκ ἄρα πειστικὸς ὁ ἀπὸ τῆς ῥητορικῆς ἐστι
λόγος.
νοῦντες· κἂν γὰρ δίκαια κατασκευάζῃ ὁ ῥήτωρ, δοκοῦσι
μὴ διὰ τὴν τῶν πραγμάτων φύσιν ἀλλὰ διὰ τὴν τοῦ ῥή- 30 31
τορος πανουργίαν τὰ [μὴ ] δίκαια τοιαῦτα αὐτοῖς φαίνε- σθαι·
παρʼ ἣν αἰτίαν Ἀθηναίοις τὸ παλαιὸν οὐκ ἐπετέτραπτο
συνήγορον παρίστασθαι τοῖς κρινομένοις ἐπὶ τῆς. ἐν Ἀρείῳ πάγῳ βουλῆς, ἀλλʼ ἕκαστος ὡς εἶχε δυνάμεως, ἀδιαστρόφως καὶ ἀπανούργως ὑπὲρ ἑαυτοῦ τοὺς λόγους ἐποιεῖτο.
πειστικὴν ἔχουσι δύναμιν, ἐχρῆν αὐτὺς μήτε ἔλεον μήτε
οἴκτους μήτε ὀργὰς ἢ ἄλλα τινὰ τοιαῦτα κινεῖν, ἅπερ πείθει μὲν οὐδαμῶς, παραλογίζεται δὲ τὴν τῶν δικαστῶν γνώμην καὶ ἀντισκοτεῖ τῷ δικαίῳ.
τορικῆς, δέδεικται·
τέλος, τὸ δέ τοὺς ἐνδεχομένους εὑρεῖν λόγους· οἱ δὲ τὸ δόξαν ἐμποιεῖν τοῖς δικασταῖς περὶ τῶν· πραγμάτων | οἵαν
οἱ λέγοντες θέλουσιν, ἄλλοι δὲ τὸ συμφέρον, τινές δὲ τὸ νικᾶν.
ἐνδεχομένους εἰς τὰς ὑποθέσεις λόγους εὑρεῖν ἐπαγγέλ- λεται ἡ ῥητορική, ἤτοι τοὺς ἀλθεῖς ἢ δυνατούς ῥηθῆναι
ἐπαγγέλλεται. οὔτε δὲ τοὺς ἀληθεῖς· κανόνα γὰρ καὶ κρι- τήριον τῆς τῶν ἀλη??ῶν καὶ ψευδῶν διαγνώσεως αὐτοὺς ἔχειν δεῖ, ὅπερ οὐκ ἔχουσιν οὔτε τοὺς δυνατοὺς ῥηθῆναι
ἀγνοοῦντες γὰρ τοὺς ἀληθεῖς οὐδὲ τοὺς δυνατοὺς ῥηθῆναι ἐπιγνώσονται.
ἐνόντας καὶ δυνατοὺς εὑρίσκειν λόγους, ἥ τε ῥητορικὴ οὐ- δὲν ἄλλο ἐστὶν τὸ τοὺς ἐνδεχομένους εὑρεῖν λόγους. ὅθεν ὁ τοῦτο λέγων τέλος δυνάμει τὴν ῥητορικὴν τέλος εἶναι λέγει τῆς ῥητορικῆς.
δέ γε τοὺς ἐνδεχομένους εὑρεῖν λόγους οὐ σπεύδει τυχεῖν
ὁ ἰδιώτης, ἀλλʼ ἑτέρου τινός· ἐκεῖνο ἄρα τέλος γενήσε- ται, καὶ οὐ τὸ τούς ἐνδεχομένους λόγους εὑρεῖν.
ποίηκε τοῖς δικασταῖς περὶ τῶν πραγμάτων οἵαν οὗτος θέλει. ἐδείξαμεν (§ 60— 71) δὲ ἡμεῖς ὅτι οὔκ ἐστι τῆς ῥητορικῆς τέλος τὸ πείθειν, ὥστε οὐδὲ τὸ δόξαν ἐμποιεῖν. ἀλλὰ μὴν οὐδὲ τὸ συμφέρον,
μέρους δέ γε τῆς ῥητορικῆς τοῦ συμβουλευτικοῦ τέλος λέ- γουσιν οἱ ῥήτορες εἶναι τὸ συμφέρον· οὐκ ἄρα τῆς ὅλης ῥητορικῆς ἐστι τέλος. ὅπερ τε πάσης τέχνης ἐστὶ τέλος
κοινῶς, τοῦτο οὐκ ἂν εἴη τῆς ῥητορικῆς μόνης· τὸ συμ- φέρον δε γε πάσης τέχνης ἐν τῷ βίῳ τέλος ἐστίν οὐκ
ἄρα τῆς ῥητορικῆς ἰδιαίτερον καθέστηκεν.
τὸ νικᾶν αὐτῆς εἶναι τέλος. ὃ πάλιν ἀδύνατόν ἐστιν. ὁ γὰρ πολλάκις μὴ τυγχάνων τοῦ κατὰ γραμματικὴν τέλους οὐκ ἂν εἴη γραμματικός, καὶ ὁ πολλάκις μὴ τυγχάνων τοῦ κατὰ μουσικὴν τέλους οὐκ ἄν εἴη μουσικός. τοίνυν
καὶ ὁ μὴ τυγχάνων πολλάκις τοῦ κατὰ ῥητορικὴν τέλους
οὐκ ἂν εἴη ῥήτωρ.
34 35
ῥητορικὴν τέλους οὐκ ἂν ἐπαινοῖτο, ῥήτορα δὲ ἐνίοτε νικη- θέντα ἐπαινοῦμεν· οὐκ ἄρα ῥητορικῆς τέλος ἐστὶ τὸ νικᾶν.
τεύει, μήτε τέλος ἐφʼ ὓ ἀνάγεταμι, οὐκ ἂν ὑπάρχοι ἡ ῥη-
τορική. οὔτε δέ ὕλην ἔχει οὔτε τέλος, καθὼς παρεστή- σαμεν οὐκ ἄρα ὑπάρχει ἡ ῥητορική.
τῆς. μέρη δὲ λέγουσι ῥητορικῆς τὸ δικανικόν τε καὶ συμ- βουλευτικὸν καὶ ἐγκωμιαστικόν, τούτων δὲ τσῦ μὲν δι-
κανικοῦ τέλος εἶναι τὸ δίκαιον, τοῦ δέ συμβουλευτικοῦ τὸ συμφέρον, τοῦ δὲ ἐγκωμιαστικοῦ τὸ καλόν. ὅπερ εὐ- θέως ἄπορόν ἐστιν.
ταὐτὸν τῇ ἐγκωμιαστικῇ, πάντως τὸ τέλος τῆς δικανικῆς
οὐκ ἂν εἴη καὶ τῆς συμβουλευτικῆς τέλος, καὶ τὸ ταύτης οὐκ ἔσται τῆς ἐγκωμιαστικῆς, καὶ ἐναλλάξ. ἐπεὶ οὖν τῆς συμβουλευτικῆς τέλος ἐστὶ τὸ συμφέρον, οὐκ ἂν εἴη τοῦτο τῆς δικανικῆς τέλος. ἦν δέ γε τῆς δικανικῆς τέλος τὸ δί-
καμιον· οὐκ ἄρα τὸ δίκαιόν ἐστι συμφέρον.
ἐπεὶ ὡς τὰ μέρη ταῦτα διαφέρει ἀλλήλων, οὕτω καὶ τὰ
τέλη διοίσει, παρόσον τῆς ἐγκωμιαστικῆς τέλος ἐστὶ τὸ καλὸν 〈τῆς δὲ δικανικῆς τὸ δίκαιον, οὐκ ἔσται δίκαιον τὸ καλὸν 〉 μὲν εἶναι καὶ τὸ δίκαιον καλόν ὅπερ ἄτοπον.
θειν, τοῦ δὲ δικανικοῦ τὸ δίκαιον καὶ τοῦ συμβουλευτι-
κοῦ τὸ συμφέρον καὶ τοῦ ἐγκωμιαστικοῦ τὸ καλόν, οὐ πάντως τὸ δίκαιον ἔσται πιθανόν, οὐδέ τὸ συμφέρον, οὐδέ τὸ καλόν ὅπερ μάχεται τῷ διὰ παντὸς τὴν ῥητορι- κὴν ἐφίεσθαι τοῦ πείθειν.
λόγων ἕλξει τοὺς δικαστὰς ἐπὶ τὸ τέλος ἡ ῥητορικὴ 〈 διὰ τῶν ἀδίκων μόνον〉 ἢ διὰ τῶν δικαίων ἅμα καὶ ἀδί- κων. ἀλλʼ εἰ μὲν διὰ τῶν δικαίων μόνον, ἀρετὴ γενήσεται· 36
οὐχὶ δέ γε ἀρετή ἐστιν ἡ στοχαζομένη τῆς ὀχλικῆς πει-
θοῦς, ἐν ᾖ πολὺ τὸ εἰκαῖον καὶ ἐξαπατητικόν οὐκ ἄρα διὰ τῶν δικαίων μόνον ἐπὶ τὸ τέλος ἄγειν πέφυκε τοὺς ἀκούοντας.
μὴ ὄντος λόγου οὐδὲ ῥητορική τις γενήσεται, ὥστε οὐδέ
ταύτῃ τοῖς δικαίοις μόνον χρήσεται λόγοις. καὶ μὴν οὐδέ τοῖς ἀδίκοις, ἐπεὶ ἄδικος γενήσεται, καὶ πάλιν τοῦ ἐν- αντίου μὴ ὄντος λόγου ἀσύστατος ἔσται. λείπεται ἄρα διʼ ἀμφοτέρων αὐτὴν βαδίζειν· ὃ πολλῷ τῶν προτέρων
ἐστὶν ἀτοπώτερον ἔσται γὰρ ἄμα ἀρετὴ καὶ κακία, ὃ
τῶν ἀδυνάτων καθέστηκεν. οὐ τοίνυν ῥητέον μέρος εἶναί τι ῥητορικῆς δικανικὸν ὃ τέλος ἔχει τὸ δίκαιον.
ὁ ῥήτωρ προτίθεται, ἤτοι αὐτόθεν φαινόμενόν ἐστι καὶ
ὁμόλογον τὸ δίκαιον ὅπερ ὑποδείκνυσιν, ἢ ἀμιγισβητήσι- μον. ἀλλὰ φαινόμενον μὲν οὐκ ἂν εἴποιεν ἐπὶ τούτου
γὰρ οὐ συνίσταται ὁ ῥητορικὸς λόγος, ἀναμφισβητήτου καθεστῶτος. λείπεται οὖν τὸ ἀμφισβητήσιμον.
ἐπιχειροῦντες τὴν ἀμφισβήτησιν λύειν ὡς καὶ ἐκ τῶν ἐν-
αντίων αὐτὴν ἐπισφίγγειν, ἐπιθολοῦντες τὴν τῶν δικα- στῶν γνώμην. καὶ τούτου πίστις ἡ περὶ Κόρακος φερο- μένη παρὰ τοῖς πολλοῖς ἱστορία.
ὑπʼ αὐτοῦ μισθὸν δώσειν ἐπαγγελλόμενος, ἂν τὴν πρώ-
την νικήσῃ δίκην. συμφψωνίας δὲ γενομένης, καὶ τοῦ μει- ρακίου ἱκανὴν ἕξιν ἐμφαίνοντος ἤδη, ὁ μὲν Κόραξ ἀπῄτει τὸν μισθόν, ὁ δ ·ἀντέλεγεν. ἀμφότεροι δὲ παρελθόντες
εἰς τὸ δικαστήριον ἐκρίνοντο, ὅτε καὶ πρῶτόν φασι τὸν 37 38
Κόρακα τοιαύτῃ τινὶ χρῆσθαι ἐπιχειρήσει, λέγοντα ὡς ἐάν τε νικήσῃ ἐάν τε μή, λαβεῖν ὀφείλει τὸν μισθόν, νι-
κήσας μὲν ὅτι ἐνίκησεν, λειφθεὶς δέ κατὰ τὸν τῆς συμφω- νίας λόγον· ὡμολόγησε γὰρ αὐτῷ ὁ ἀντίδικος ἀποδώσειν
τὸν μισθὸν ἐὰν τὴν πρώτην νικήσῃ δίκην, ἣν αὐτόθεν νι- κήσας ὀφείλει τὴν ὑπόσχεσιν χρεολυτεῖν.
τοὺς λόγους ὁ νεανίας τῷ αὐτῷ ἐπιχειρήματι, μηδὲν μεταθείς, ἐχρῆτο ῾ἐάν τε ʼ γὰρ ῾νικήσωʼ φησὶν ῾ἐάν τε
νικηθῶ, οὐκ ὀφείλω τὸν μισθὸν ἀποδοῦναι Κόρακι, νική- σας μὲν ὅτι ἐνίκησα, λειφθεὶς δὲ κατὰ τὸν τῆς συμφωνίας λόγον ὑπεσχόμην γὰρ ἀποδώσειν τὸν μισθὸν ἐὰν τὴν
πρώτην νικήσω δίκην, λειφθεὶς δὲ οὐκ ἀποδώσω.’
σθένειαν τῶν ῥητορικῶν λόγων ἀμφοτέρους ἐξέβαλον τοῦ δικαστηρίου, ἐπιφωνήσαντες τὸ ῾ἐκ κακοῦ κόρακος κακὸν ᾧόν.ʼ
τοιοῦτος γένοιτʼ ἂν καὶ ὁ περὶ τοῦ συμβουλευτικοῦ, ἵναι
μὴ μαρηγορῶμεν. τὸ μέν γὰρ ἐγκωμιαστικόν, σὺν τῷ ταῖς αὐταῖς ἀπορίαις ὑπάγεσθαι, ἔτι καὶ ἀμέθοδόν ἐστιν.
δέ γε τὸ καθʼ ἕτερον κίνημα ληπτ[έ ]όν ἐστιν ἑτέρῳ. καὶ
ἄλλως οἱ ῥήτορες οὐ παραδεδώκασί τινα μέθοδον διʼ ἧς εἰσόμεθα τὸ πότε καὶ τίνα ἐγκωμιαστέον ἐστίν οὐκ ἄρα δυνατὸν ἀπὸ ῥητορικῆς ὑγιῶς ἐγκωμιάζειν.
ἀλήθειαν οὖσιν ἐγκωμιάσει ὁ ῥήτωρ. οὔτε δὲ ἐπὶ τοῖς μὴ
οὗσι, προσδιαφθείρει γὰρ τοὺς ἐγκωμιαζομένους, οὔτε ἐπὶ τοῖς οὖσιν· ἀγνοεῖ γὰρ ταῦτα, ὅτε καὶ τοῖς φιλοσό- φοις διὰ τὴν ἀνεπίκριτον περὶ αὐτῶν μάχην ἐστὶν ἀκατά- ληπτα.
μὴ εἰδότες ἐφʼ οἷς ἐγκωμιαστέον ἐστὶν οὐδὲ ἐγκωμιάζειν δύνανται· οἱ δέ γε ῥήτορες οὐκ ἴσασιν ἐφʼ οἷς ἐγκωμιάζειν δεῖ, καθὼς παραστήσομεν· τοίνυν οὐδὲ ἐγκωμιάζειν δυ- νήσονται. ἐγκωμιαστέον γάρ φασιν ἀπὸ γένους τε καὶ κάλλους καὶ πλούτου καὶ πο λυτεκν ίας καὶ τῶν ἐοικότων,
ἀνάπαλίν τε ψεκτέον ἀπὸ δυσγενείας καὶ δυσμιορφίας καὶ πενιχρότητος.
τέον ἀπʼ αὐτῶν, ἐπεί τοί γε εἰ ψιλῶς ἐπαινετέον τὴν εὐγένειάν ἐστι καὶ πολυτεκνίαν καὶ πᾶν τοιουτῶδες, ἐπ- αινετέος καὶ Βούσιρις καὶ Ἄμυκος καὶ Ἀνταῖος οἱ ξενο- κτόνοι, ὅτι Ποσειδῶνος ἧσαν υἱεῖς, ἐπαινετὴ δὲ καὶ ἡ Νιόβη, ὅτι πολύτεκνος.
πενία ψεκτόν, ψεκτέος μὲν Ὀδυσσεύς, ὅτι χερνήτου λα-
βὼν σχῆμα (δ 246)
ἄνυδρον ὥδευε Διβύην, καὶ Ἡρακλῆς, ὅτι λεοντῆν καὶ
ξύλον ἐπὶ τοὺς ἄθλους ἐπήγετο.
συμφέρον, ὅτι ἐστὶ συμφέρον, καὶ τὸ καλόν, ὅτι ἐστὶ κα- λόν, ἀποδείξει παρίσταται, καὶ οὐδέν ἐστιν ἡ ἀπόδειξις,
οὐδέ ῥητορική τι γενήσεται ἡ ἐπὶ τοιούτοις μέρεσι συν- εστῶσα. ὅτι δέ οὐδέν ἐστιν ἀπόδειξις, ἀκριβέστερον μὲν δείκνυται ἐν τοῖς σκεπτικοῖς ὑπομνήμασιν (ΡΗ ΙΙ)
sqq.), ὑπομνηστικώτερον δὲ καὶ νῦν παρασταθήσεται.
οὖσα οὐδὲν δέ γέ ἐστι λόγος, ὡς παρεστήσαμεν, διὰ τὸ μήτε ἐν φωναῖς μήτε ἐν ἀσωμάτοις λεκτοῖς ἔχειν τὴν 40
ὑπόστασιν.
ἄδηλον γάρ τι περιέσχηκε, καὶ διὰ τοῦτό ἐστι διάφωνος, παντὸς τοῦ διαφωνουμένου πράγματος ἀδήλου τυγχά- νοντος.
ἤτοι αὐτόθεν ληφθήσεται ἢ ἐξ ἀποδείξεως. οὔτε δέ αὐ- τόθεν ληπτή ἐστιν (ἄδηλος γὰρ ἦν, τὸ δὲ ἄδηλον αὐτόθεν
λαμβανόμενον ἄπιστον) οὔτε ἐξ ἀποδείξεως διὰ τὴν εἰς ἄπειρον ἔκπτωσιν οὐκ ἄρα τίς ἐστιν ἀπόδειξις.
δὲ γενικῆς ἀποδείξεως οὐδέ εἰδική τις ἔσται ἀπόδειξις, ὥσπερ καὶ μὴ ὄντος ζῴου οὐδὲ ἄνθρωπος ἔστιν· γενικὴ δέ γε ἀπόδειξις οὐκ ἔστιν, ὡς παραστήσομεν· τοίνυν
οὐδέ ἄλλη τις γενήσεται τῶν ἐπʼ εἴδους. ἐπεὶ γὰρ ἄδηλός ἐστιν, ὡς προεπελογισάμεθα, ὀφείλει διά τινος καταστῆ-
ναι. διὰ τίνος οὖν; ἤτοι γὰρ διὰ γενικῆς ἢ εἰδικῆς ἀπο- δείξεως.
ἐστιν ἡ ἀμφισβητουμένη. οὐ τοίνυν ἔστι τις γενικὴ ἀπό- δειξις. ᾧ ἕπεται τὸ μηδὲ τὴν εἰδικὴν ὑπάρχειν. καὶ ἄλλως,
ἡ γενικὴ ἀπό | δειξις εἰ μὲν λήμματά τινα ἔχει καὶ ἐπι-
ψροράν, οὐδέ γενική ἐστιν, εἰ δὲ οὐκ ἔγει, οὐδὲ κατα- σκευάσει τι, πολὺ δὲ μᾶλλον οὐδὲ τὴν ἑαυτῆς ὕπαρξιν.
ἔμπροσθεν εἰρημένας αἰτίας, ζητουμένη δὲ ὀφείλει ὑπʼ ἄλλης κατασκευάζεσθαι, κἀκείνη πάλιν ὑπʼ ἄλλης, καὶ τοῦτο εἰς ἄπειρον. οὐκ ἄρα ἔστι τις ἀπόδειξις.
τορικῆς ἀντειπόντες ἀπʼ ἄλλης ἀρχῆς καὶ τῶν πρὸς τοὺς
γεωμέτρας καὶ ἀριθμητικοὺς ἀποριῶν ἁπτώμεθα.
Adversus Mathematicos. Sextus Empiricus. ed. Hermann Mutschmann, ed. Jürgen Mau. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.