κβ′ περὶ ἀγαθῶν καὶ κακῶν καὶ ἅδ’ ιαφόρων.
μὲν λέγοντες τὴν ἀρετὴν καὶ τὴν σπουδαίαν πρᾶξιν, 1 ξιν, οὐχ ἕτερον δὲ ὠφελείας τὸν σπουδαῖον καὶ τὸν φίλον. ἡ μὲν γὰρ ἀρετή πως ἔχον ἡγεμονικὸν καθεστηκυῖα καὶ ἡ σπουδαία πρᾶξις ἐνέργειά τις οὖσα κατ’ ἀρετὴν ἄντικρύς ἐστιν ὠφέλεια, ὁ δὲ
σπουδαῖος ἄνθρωπος καὶ ὁ φίλος οὐχ ἕτερος ὠφελείας.
ἐστιν ὁ ἄνθρωπος χείρ), οὔτε ἕτερα παρὰ τὰ 2 μέρη οὐκ ἄνευ γὰρ τῶν μερῶν ὑφέστηκεν). διόπερ οὐχ ἕτερα τῶν μερῶν τὰ ὅλα λέγουσιν. ὅθεν 3 4 5 161 τὸν σπουδαῖον ὅλον ὄντα ὧς πρὸς τ’ ὁ ἡγεμονικὸν ἑαυτοῦ, ὅπερ ἔφασαν ὠφέλειαν, οὐχ ἕτερον ὠφελείας εἷναι λέγουσιν. ἐντεῦθεν καὶ τριχῶς τὸ ἀγαθόν φασι λέγεσθαι.
ἀγαθὸν τὸ ὑφ' οὗ ἔστιν ὠφελεῖσθαι, ὃ δὴ ἀρχικώτατόν ἐστι καὶ ἀρετή, καθ’ ἕτερον δὲ καθ’ ὃ συμβαίνει ὠφελεῖσθαι, ὧς ἡ ἀρετὴ καὶ αἱ κατ’ ἀρετὴν πράξεις, κατὰ τρίτον δὲ τρόπον τὸ οἷόν τε ὠφελεῖν, τοῦτο δὲ καὶ ἀρετὴν εἶναι καὶ <τὴν> κατὰ ἀρετὴνν 6 πρᾶξιν καὶ τὸν σπουδαῖον καὶ τὸν φίλον, θεούς τε
καὶ σπουδαίους δαίμονας, ὧς τὸ μὲν δεύτερον σημαινόμενον τοῦ ἀγαθοῦ ἐμπεριληπτικὸν εἶναι τοῦ πρώτου σημαινομένου, τὸ δὲ τρίτον τοῦ δευτέρου καὶ τοῦ πρώτου.
αὐτῷ λέγει. ὅπερ ἐστὶ μάταιον. ἤτοι γὰρ μόνῳ τῷ ἀγαθῷ συμβέβηκε τὰ προειρημένα ἢ καὶ ἑτέροις. ἀλλ’ εἰ μὲν καὶ ἑτέροις, οὔκ ἐστι χαρακτηριστικὰ τοῦ ἀγαθοῦ κοινοποιούμενα· εἰ δὲ μόνῳ τῷ ἀγαθῷ, οὐκ ἐνδέχεται ἡμᾶς ἀπὸ τούτων νοεῖν τὸ ἀγαθόν·
οὔτε τὸ χρεμετίζειν τί ἐστιν οἶδεν, οὔτε διὰ τούτου δύναται εἰς ἔννοιαν ἐλθεῖν ἵστιν εἰ μὴ πρότερον πρότερον χρεμετίζοντι ἐντύχοι, οὕτω <καὶ> ὁ διὰ τὸ μὴ εἰδέναι 9 10 11
ἰδ’. ζητῶν τί ἐστιν ἀγαθόν, οὐ δύναται γινώσκειν τὸ ἰδίως αὐτῷ καὶ μόνῳ ὑπάρχον, ἴνα δι’ αὐτοῦ τὸ ἀγαθὸν αὐτὸ νοῆσαι δυνηθῇ. πρότερον γὰρ δεῖ μαθεῖν τὴν αὐτοῦ τοῦ ἀγαθοῦ φύσιν, εἶθ’ οὕτω συνεῖναι ὅτι ὠφελεῖ καὶ ὅτι
δι’ αὑτὸ αἱρετόν ἐστι καὶ ὅτι εὐδαιμονίας ποιητικόν.
Cratyl. 412 C), καὶ ὅτι εὐδαιμονίας ἐστὶ ποιητικόν, πάντες ἴσως συγχωροῦσιν· ἐρωτώμενοι δί, τί ἐστιν ᾧ ταῦτα συμβίβηκεν, εἰς ἄσπειστον ἐμπίπτουσι πόλεμον, οἱ μὲν ἀρετὴν λέγοντες, οἱ δὲ ἡδονήν, οἱ δὲ ἀλυπίαν, οἱ δὲ ἄλλο τι. καίτοι εἰ ἐκ τῶν προειρημένων ὅρων ἐδείκνυτο τί ἐστι τὸ
ἀγαθὸν αὐτό, οὐκ ἂν ἐστασίαζον ὡς ἀγνοουμένης τῆς τούτου φύσεως.
III 77 Arn.) κακὸν εἶναι βλάβην ἢ οὐχ ἕτερον βλάβης, 12 οἱ δὲ τὸ δι’ ἑαυτὸ φευκτόν, οἱ δὲ τὸ κακοδαιμονίας ποιητικόν. δι’ ὧν οὐχὶ τὴν οὐσίαν τοῦ κακοῦ, ἀλλά τινα τῶν συμβεβηκότων ’ίσως αὐτῷ φάσκοντες εἰς τὴν προειρημένην ἐμπίπτουσιν ἀπορίαν.
μὲν τριχῶς, καθ’ ἕνα μὲν τρόπον πρὸς ὃ μήτε 13 ὁρμὴ μήτε ἀφορμὴ γίνεται, οἶόν ἐστι τὸ ἀρτίους εἶναι τούς ἀστέρας ἢ τὰς ἐπὶ τῆς κεφαλῆς τρίχας· καθ’ ἕτερον δὲ πρὸς ὃ ὁρμὴ μὲν ἢ ἀφορμὴ γίνεται, οὐ μᾶλλον δὲ πρὸς τόδε ἢ τόδε, οἶον ἐπὶ δυεῖν τετραδράχμων ἀπαραλλάκτων, ὅταν 14 15 16 17 162 δέῃ τὸ ἕτερον αὐτῶν αἱρεῖσθαι· ὁρμὴ μὲν γὰρ 18 γίνεται πρὸς τὸ αἱρεῖσθαι τὸ ἕτερον αὐτῶν, οὐ
μᾶλλον δὲ πρὸς τόδε ἢ τόδε· κατὰ τρίτον δὲ τρόπον φασὶν ἀδιάφορον εἷναι τὸ μήτε πρὸς εὐδαιμονίαν μήτε πρὸς κακοδαιμονίαν συμβαλλόμενον,
ὧς ὑγίειαν πλοῦτον· ᾧ γὰρ ἔστιν ὁτὲ μὲν εὖ, ὁτὲ δὲ κακῶς χρήσασθαι, τοῦτο ἀδιάφορον εἶναί φασιν, περὶ οὗ μάλιστα ἐν τοῖς ἠθικοῖς διαλαμβάνειν λέγουσιν.
δῆλον ἐκ τῶν εἰρημένων ἡμῖν περί τε ἀγαθῶν καὶ κακῶν.
ἐντεῦθέν τινες ἐπιλογίζονται.
Pyrrhoniae Hypotyposes. Sextus Empiricus. ed. Hermann Mutschmann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.