ζ′ περὶ τοῦ καθ’ ὅ.
περὶ αὐτοῦ, ὅτι <......> ἀνεπινόητός ἐστιν ἡ λέγουσι γὰρ (Stoic. fr. I 484 Arn.) φαντασίαν εἶναι τύπωσιν ἐν ἡγεμονικῷ. ἐπεὶ οὖν ἡ ψυχὴ καὶ τὸ ἡγε- 1 2 72 μονικὸν πνεῦμά ἐστιν ἢ λεπτομερέστερόν τι πνεύματος, ὡς φασίν, οὐ δυνήσεταί τις τύπωσιν ἐπινοεῖν ἐν αὐτῷ οὔτε κατ’ εἰσοχὴν καὶ ἐξοχήν, ὧς ἐπὶ τῶν σφραγίδων ὁρῶμεν, οὔτε κατὰ τὴν τερατολογουμένην ἑτεροιωτικήν· οὐ γὰρ ἂν μνήμην τοσούτων ἀναδέξαιτο θεωρημάτων ὅσα συνίστησι τέχνην, ἐν ταῖς ἐπιγινομέναις ἑτεροιώσεσι τῶν προυποκειμένων ἀπαλειφομένων.
δὲ ἐκτὸς μὴ θεωροῦσα, οὐδὲ εἰ ὅμοιά ἐστι τὰ τῶν αἰσθήσεων πάθη τοῖς ἐκτὸς ὑποκειμένοις εἴσεται. οὐδὲ καθ’ ὁμοίωσιν ἄρα δυνήσεται ταῦτα κρίνειν κατὰ τὴν φαντασίαν.
τὴν φαντασίαν καὶ καταλαμβάνεσθαι, ἔτι καὶ ἐπιδεκτικὴν εἶναι τοῦ κρίνεσθαι κατ’ αὐτὴν τὰ πράγματα, καίτοι τοῦ λόγου πᾶν τὸ ἐναντίον ὑπομνήσαντος. οὐκοῦν ἤτοι πάσῃ φαντασίᾳ πιστεύσομεν <καὶ κατ’ αὐτὴν
ἤ τινι. ἀλλ’ εἰ μὲν πάσῃ, δῆλον ὅτι καὶ τῇ Ξενιάδου
φαντασίᾳ πιστεύσομεν>, καθ’ ἣν ἔλεγε πάσας τὰς
ἀπίστους εἶναι, καὶ περιτραπήσεται ὁ λόγος εἰς τὸ μὴ εἶναι πάσας τὰς φαντασίας ὥστε καὶ κατ’ αὐτὰς κρίνεσθαι δύνασθαι τὰ πράγματα.
ὅτι παρέλκει ἡ φαντασία πρὸς τὸ κρίνειν, εἴγε χωρὶς αὐτῆς κρίνεσθαι δύνασθαι τὰ] πράγματά τινα λέξουσιν· εἰ δὲ μετὰ φαντασίας, πῶς λήψονται τὴν φαντασίαν, ἣν παραλαμβάνουσι πρὸς τὴν τῶν ἄλλων φαντασιῶν κρίσιν;
κρίσιν τῆς ἑτέρας φαντασίας, καὶ εἰς τὴν ἐκείνης κρίσιν 5 6 74 ἄλλης, καὶ εἰς ἄπειρον. ἀδύνατον δὲ ἄπειρα ἐπικρῖναι· ἀδύνατον ἄρα εὑρεῖν, ποίαις μὲν φαντασίαις ὡς κριτηρίοις δεῖ χρῆσθαι, ποίαις δὲ οὐδαμῶς. ἐπεὶ οὖν, κἂν δῶμεν ὅτι κατὰ τὰς φαντασίας δεῖ κρίνειν τὰ πράγματα, ἑκατέρωθεν περιτρέπεται ὁ λόγος, καὶ ἐκ τοῦ πᾶσι πιστεύειν καὶ ἐκ τοῦ
τισὶ μὲν πιστεύειν ὧς κριτηρίοις, τισὶ δὲ ἀπιστεῖν, συνάγεται τὸ μὴ δεῖν τὰς φαντασίας πρὸς τὴν κρίσιν τῶν πραγμάτων ὡς κριτήρια παραλαμβάνειν.
εἰδέναι δὲ χρή, ὅτι οὐ πρόκειται ἡμῖν ἀποφήνασθαι, ὅτι ἀνύπαρκτόν ἐστι τὸ κριτήριον [τὸ] τῆς ἀληθείας (τοῦτο γὰρ δογματικόν)· ἀλλ᾿ ἐπεὶ οἱ δογματικοὶ πιθανῶς δοκοῦσι κατεσκευακέναι, ὅτι ἔστι τι κριτήριον ἀληθείας, ἡμεῖς αὐτοῖς πιθανοὺς δοκοῦντας εἶναι λόγους ἀντεθήκαμεν, οὔτε
ὅτι ἀληθεῖς εἰσι διαβεβαιούμενοι οὔτε ὅτι πιθανώτεροι τῶν ἐναντίων, ἀλλὰ διὰ τὴν φαινομένην ἴσην πιθανότητα τούτων τε τῶν λόγων καὶ τῶν παρὰ τοῖς δογματικοῖς κειμένων
τὴν ἐποχὴν συνάγοντες.
Pyrrhoniae Hypotyposes. Sextus Empiricus. ed. Hermann Mutschmann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.