ιθ′ περὶ ὅλου καὶ μέρους.
δεκάς. ἅμα γὰρ τῷ τὸ πρῶτον αὐτῆς ἀρθῆναι μέρος, ἴνα κατὰ συγχώρησιν νῦν τοῦτο δῶμεν, οἷον τὴν μονάδα, οὐκέτι ὑπόκειται ἡ δεκάς, ἀλλ’ ἐννέα καὶ ὅλως ἕτερόν τι παρὰ τὴν δεκάδα.
καθ’ ἑκάστην ἀφαίρεσιν ἑτεροιουμένων. τάχα οὖν οὐκ ἐνδέχεται τὸ ὅλον διαιρεῖν εἰς τὰ λεγόμενα εἶναι αὐτοῦ μέρη. καὶ γὰρ εἰ διαιρεῖται τὸ ὅλον εἰς μέρη, φιλεῖ τὰ μέρη ἐμπεριέχεσθαι τῷ ὅλῳ πρὸ τῆς διαιρέσεως, οὐ
περιέχεται δὲ ἴσως. οἶον γοῦν, ἴνα ἐπὶ τῆς δεκάδος στἠσωμεν πάλιν τὸν λόγον, τῆς δεκάδος μέρος φασὶ πάντως εἷναι τὰ ἐννέα· διαιρεῖται γὰρ εἰς ‘ὲν καὶ ἐννέα. ἀλλὰ καὶ 1 108 τὰ ὀκτὼ ὁμοίως· διαιρεῖται γὰρ εἰς ὀκτὼ καὶ δύο. καὶ τὰ ἑπτὰ ὁμοίως καὶ ἓξ καὶ πέντε καὶ τέσσαρα καὶ τρία καὶ
δύο καὶ ἔν.
ὡς ὅλον εἰς μέρη, ἃ μηδὲ ὅλως ἐν αὐτῇ θεωρεῖται.
Pyrrhoniae Hypotyposes. Sextus Empiricus. ed. Hermann Mutschmann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.