λ′ τίνι διαφέρει ἡ σκεπτικὴ ἀγωγὴ τῆς Δημοκριτείου φιλοσοφίας.
μέλι τοῖς δὲ πικρὸν τὸν Δημόκριτον (A 134 Diels) ἐπιλογίζεσθαί φασι τὸ μήτε γλυκὺ αὐτὸ εἷναι μήτε πικρόν, καὶ διὰ τοῦτο ἐπιφθέγγεσθαι τὴν ‘οὐ μᾶλλον’ φωνὴν σκεπτικὴν οὖσαν. διαφόρως μέντοι χρῶνται τῇ ‘οὐ μᾶλλον’ φωνῇ οἴ τε σκεπτικοὶ καὶ οἱ ἀπὸ τοῦ Δημοκρίτου·
ἐκεῖνοι μὲν γὰρ ἐπὶ τοῦ μηδέτερον εἶναι τάττουσι τὴν φωνήν, ἡμεῖς δὲ ἐπὶ τοῦ ἀγνοεῖν, πότερον ἀμφότερα ἢ οὐθέτερόν τι ἔστι τῶν φαινομένων.
κενόν᾿ . ‘ἐτεῇ’ μὲν γὰρ λέγει ἀντὶ τοῦ ‘ἀληθείᾳ’· κατ’ ἀλήθειαν δὲ ὑφεστάναι λέγων τάς τε ἀτόμους καὶ τὸ κενὸν ὅτι διενήνοχεν ἡμῶν, εἰ καὶ ἀπὸ τῆς ἀνωμαλίας τῶν φαινομένων ἄρχεται, περιττόν οἶμαι λέγειν.
Pyrrhoniae Hypotyposes. Sextus Empiricus. ed. Hermann Mutschmann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.