κα′ περὶ τοῦ ‘τάχα᾿ · καὶ τοῦ ‘ἔξεστι᾿ · καὶ τοῦ ‘ἐνδέχεται᾿.
ἔξεστι᾿ καὶ ‘ἐνδέχεται’ καὶ ‘οὐκ ἐνδέχεται’ παραλαμβάνομεν ἀντὶ τοῦ ‘τάχα μὲν ἔστιν τάχα δ’ οὐκ ἔστιν’ καὶ, ἔξεστι μὲν εἶναι ἔξεστι δὲ μὴ εἶναι’ καὶ ‘ἐνδέχεται μὲν εἶναι ἐνδέχεται δὲ μὴ εἶναι’ ὡς παραλαμβάνειν ἡμᾶς συντομίας χάριν τὸ ‘μὴ ἐξεῖναι’ ἀντὶ τοῦ ‘ἐξεῖναι μὴ εἶναι᾿ καὶ τὸ ‘μὴ
ἐνδέχεσθαι᾿ ἀντὶ τοῦ ‘ἐνδέχεσθαι μὴ εἶναι’ καὶ τὸ ‘οὐ τάχα ἀντὶ ‘τοῦ τάχα μὴ εἶναι’.
ὁ γοῦν λέγων ‘τάχα ἔστιν’ δυνάμει τίθησι καὶ τὸ μάχεσθαι δοκοῦν αὐτῷ, τὸ ‘τάχα μὴ εἶναι’. τῷ μὴ διαβεβαιοῦσθαι περὶ τοῦ εἶναι αὐτό. ὁμοίως δὲ καὶ ἐπὶ τῶν λοιπῶν ἔχει.
Pyrrhoniae Hypotyposes. Sextus Empiricus. ed. Hermann Mutschmann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.