ιθ′ περὶ τῆς ῾οὐ μᾶλλον᾿ φωνῆς.
δὲ οὕτως ῾οὐδὲν μᾶλλον᾿· οὐ γὰρ ὥς τινες ὐπολαμβάνουσι, τὴν μὲν ῾οὐ μᾶλλον᾿ ἐν ταῖς εἰδικαῖς ζητήσεσι παραλαμβάνομεν, τὴν δὲ ῾οὐδὲν μᾶλλον᾿ ἐν ταῖς γενικαῖς, ἀλλ᾿ ἀδιαφόρως τήν τε ῾οὐ μᾶλλον᾿ καὶ τὴν ῾οὐδὲν μᾶλλον᾿ προφερόμεθα, καὶ νῦν ὡς περὶ μιᾶς διαλεξόμεθα.
μέθᾳ. ἔστι μὲν οὖν αὕτη ἡ φωνὴ ἐλλιπής. ὡς γὰρ ὅταν λέγωμεν ῾διπλῆ᾿, δυνάμει φαμὲν ῾διπλῆ᾿, καὶ ὅταν λέγέγωμεν ῾πλατεἱα᾿, δυνάμει λέγομεν ῾πλατεῖα ὁδός᾿, οὕτως ὅταν
εἰπ́ωμεν ῾οὐ μᾶλλον,᾿ δυνάμει φαμὲν ‘οὐ μᾶλλον τόδε ἢ τόδε,
τί παραλαμβάνοντες νῦν ἀντὶ αἰτίας), ἴν’ ᾖ τὸ λεγόμενον ‘διὰ τί μᾶλλον τόδε ἢ τόδε;’ σύνηθες δέ ἐστι καὶ πύσμασιν ἀντὶ ἀξιωμάτων χρῆσθαι, οἷον (Eur. Herc. fr. 1)
καὶ ‘πυνθάνομαι τίνος ἕνεκα χρὴ θαυμάζειν ἄνδρα ποιητήν.᾿ ἀλλὰ καὶ τὸ τί ἀντὶ τοῦ διὰ <τί> παραλαμβάνεται παρὰ Μενάνδρῳ· (fr. 900 Kock.)
ὃ διὰ τὴν ἰσοσθένειαν τῶν ἀντικειμένων πραγμάτων εἰς ἀρρεψίαν καταλήγομεν, ἰσοσθένειαν μὲν λεγόντων ἡμῶν τὴν <ἰσότητα τὴν> κατὰ τὸ φαινόμενον ἡμῖν πιθανόν, ἀντικείμενα δὲ κοινῶς τὰ μαχόμενα, ἀρρεψίαν δὲ τὴν πρὸς μηδέτερον συγκατάθεσιν.
συγκαταθέσεως ἢ ἀρνήσεως, ἡμεῖς οὐχ οὕτως αὐτῇ χρώμεθα, ἀλλ’ ἀδιαφόρως αὐτὴν παραλαμβάνομεν καὶ καταχρηστικῶς, ἤτοι ἀντὶ πύσματος ἢ ἀντὶ τοῦ λέγειν ‘ἀγνοῶ τίνι μὲν τούτων χρὴ συγκατατίθεσθαι, τίνι δὲ μὴ᾿ [συγκατατίθεσθαι]. πρόκειται <γὰρ> ἡμῖν δηλῶσαι τὸ φαινόμενον
ἡμῖν· κατὰ δὲ τὴν φωνὴν δι’ ἧς αὐτὸ δηλοῦμεν ἀδιαφο- ροῦμεν. κἀκεῖνο δὲ χρὴ γινώσκειν, ὅτι προφερόμεθα τὴν ‘οὐδὲν μᾶλλον᾿ φωνὴν οὐ διαβεβαιούμενοι περὶ τοῦ πάντως ὑπάρχειν αὐτὴν ἀληθῆ καὶ βεβαίαν, ἀλλὰ κατὰ τὸ φαινόμενον ἡμῖν καὶ περὶ αὐτῆς λέγοντες.
Pyrrhoniae Hypotyposes. Sextus Empiricus. ed. Hermann Mutschmann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.