μέν εἰσιν οἱ λόγοι καθ’ οὓς ὑπεμνήσαμεν ὡς χρὴ λέγειν αἴτιον εἷναι, πιθανοὶ δὲ καὶ οἱ παριστάντες, ὅτι μὴ προσήκει αἴτιον εἶναί τι ἀποφαίνεσθαι, καὶ τούτων προκρίνειν τινὰς οὐκ ἐνδέχεται, μήτε σημεῖον μήτε κριτήριον μήτε
ἀπόδειξιν ὁμολογουμένως ἡμῶν ἐχόντων, ὧς ἔμπροσθεν παρεστήσαμεν, ἐπέχειν ἀνάγκη καὶ περὶ τῆς ὑποστάσεως τοῦ αἰτίου, μὴ μᾶλλον εἶναι ἢ μὴ εἶναί τι αἴτιον λέγοντας ὅσον ἐπὶ τοῖς λεγομένοις ὑπὸ τῶν δογματικῶν.
Pyrrhoniae Hypotyposes. Sextus Empiricus. ed. Hermann Mutschmann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.