ἐννοεῖσθαι δύνασθαι τὸ αἴτιον συγχωρήσῃ τις, ἀκατάληπτον ἂν εἶναι νομισθείη διὰ τὴν διαφωνίαν. οἱ μὲν γάρ φασιν <εἶναι τὶ τινὸς αἴτιον, οἱ δὲ μὴ εἶναι, οἱ δ’ ὃς γάρ φησιν> εἶναι <τὶ> τινὸς αἴτιον, ἤτοι ἀπλῶς μηδεμιᾶς ὁρμώμενος αἰτίας εὐλόγου τοῦτό φησι λέγειν, ἢ διά τινας αἰτίας ἐπὶ τὴν συγκατάθεσιν ταύτην ἰέναι λέξει.
καὶ εἰ μὲν ἁπλῶς, οὐκ ἔσται πιστότερος τοῦ λέγοντος ἁπλῶς μηδὲν εἶναι μηδενὸς αἴτιον· εἰ δὲ αἰτίας λέξει δι’ ἃς εἶναι <τὶ> τινὸς αἴτιον νομίζει, τὸ ζητούμενον διὰ τοῦ παριστᾶν ἐπιχειρήσει· ζητούντων γὰρ ἡμῶν, εἰ ἐστι τὶ τινὸς αἴτιον, αὐτὸς ὡς αἰτίας οὔσης τοῦ εἶναι αἴτιον
αἴτιον εἶναι φησίν.
Pyrrhoniae Hypotyposes. Sextus Empiricus. ed. Hermann Mutschmann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.