λεκτέον οὖν, ὅτι εἰ μήτε ἡ τῶν ἀγαθῶν τε καὶ κακῶν καὶ ἀδιαφόρων ὑπόστασις ὁμολογεῖται, ἥ τε περὶ τὸν βίον 1 τέχνη τάχα μὲν καὶ ἀνυπόστατός ἐστιν , εἰ δὲ καὶ ὑφεστάναι δοθείη καθ’ ὑπόθεσιν, οὐδεμίαν ὠφέλειαν τοῖς ἔχουσιν σιναὐτὴν παρέχει, τοὐναντίον δὲ ταραχὰς αὐτοῖς ἐμποιεῖ
μεγίστας, μάτην ὠφρυπωσθαι δοκοῖεν ἂν οἱ δογματικοὶ κἀν τῷ λεγομένῳ ἠθικῷ μέρει τῆς καλουμένης φιλοσοφίας.
Pyrrhoniae Hypotyposes. Sextus Empiricus. ed. Hermann Mutschmann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.