τὸ μὴ ὄν, ἐπεὶ τῶν ἀληθῶν δοκοῦσιν εἷναι αἱ διδασκαλίαι, ἀληθὲς ἔσται τὸ μὴ ὄν. ἀληθὲς δὲ ὂν καὶ ὑπάρξει· ἀληθὲς γὰρ εἶναί φασιν ὃ ὑπάρχει καὶ ἀντίκειταί τινι. ἄτοπον δέ ἐστι λέγειν ὑπάρχειν τὸ μὴ ὄν· οὐκ ἄρα διδάσκεται τὸ μὴ ὄν.
Pyrrhoniae Hypotyposes. Sextus Empiricus. ed. Hermann Mutschmann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.