πᾶσιν ὁμοίως φαίνεται. εἰ δὲ ἄδηλον, ἐπεὶ τὰ ἄδηλα διὰ τὴν ἀνεπίκριτον περὶ αὐτῶν διαφωνίαν ἀκατά- ληπτά ἐστιν, ὡς πολλά.κις ὑπεμνήσαμεν, οὐκ ἔσται 2 3 4 181 διδακτόν· ὃ γὰρ μὴ καταλαμβάνει τις, πῶς ἂν τοῦτο διδάσκειν ἢ μανθάνειν δύναιτο; εἰ δὲ μήτε τὸ φαινόμενον μήτε τὸ ἄδηλον διδάσκεται, οὐδὲν διδάσκεται.
Pyrrhoniae Hypotyposes. Sextus Empiricus. ed. Hermann Mutschmann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.