1 2 3 163
τά παραπλήσια. οἱ δὲ ἀπὸ τῆς Στοᾶς τριγένειαν μὲν καὶ αὐτοί φασιν (III 96 Arn.) εἷναι ἀγαθῶν· τούτων γὰρ τὰ μὲν εἷναι περὶ ψυχὴν ὡς τὰς ἀρετάς, τὰ δὲ ἐκτὸς ὡς τὸν σπουδαῖον καὶ <τὸν> φίλον, τὰ δὲ οὔτε περὶ ψυχὴν οὔτε ἐκτός, οἷον 4 τὸν σπουδαῖον ὧς πρὸς ἑαυτόν· τὰ μέντοι περὶ
σῶμα [ἤ ἢ ἐκτός], ἅ φασιν οἱ ἐκ τοῦ Περιπάτου ἀγαθὰ εἶναι, οὔ φασιν ἀγαθά. ἔνιοι δὲ τὴν ἡδονὴν ἠσπάσαντο ὧς ἀγαθόν, τινὲς δὲ κακὸν αὐτὴν
ἄντικρυς εἶναί φασιν, ὥστε καί τινα τῶν ἐκ φιλοσοφίας ἀναφθέγξασθαι ' μανείην μᾶλλον ἢ ἡσθείην.
Pyrrhoniae Hypotyposes. Sextus Empiricus. ed. Hermann Mutschmann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.