ὄν ἐστιν, ἀλλὰ καθὸ ὄν ἐστιν, καθὸ μὲν ἐφθάρθαι λέγεται, ἕτερον ἔσται τοῦ ὄντος καὶ διὰ τοῦτο οὐκ ὄν, καθὸ δὲ μέ- νον ἐν τῷ εἶναι φθείρεσθαι λέγεται, ὂν ἔσται. ἄτοπον ’δε τὸ λέγειν τὸ αὐτὸ εἶναι καὶ ὂν καὶ οὐκ ὄν· οὐκ ἄρα μένον ἐν τῷ εἶναι φθείρεται τὸ ὄν. εἰ δὲ οὐ μένον ἐν
τῷ εἶναι τὸ ὂν φθείρεται, ἀλλ’ εἰς τὸ μὴ εἶναι περιίσταται πρῶτον, εἶθ’ οὕτως φθείρεται, οὐκέτι τὸ ὄν, ἀλλὰ τὸ μὴ ὂν φθείρεται· ὅπερ ἀδύνατον εἶναι ὑπεμνήσαμεν. εἰ οὗν μήτε τὸ ὂν φθείρεται μήτε τὸ μὴ ὄν, παρὰ δὲ ταῦτα οὐδὲν ἔστιν, οὐδὲ φθείρεταί τι.
Pyrrhoniae Hypotyposes. Sextus Empiricus. ed. Hermann Mutschmann. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.